Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

359 κεῖνος ὁ Ἀχιλλεύς.

363 διὰ μέσου τὸ οἴμοι ἀποδυρόμενός φησιν.

τλημονέστατον λυπηρότατον.

366 κρατύνει κρατεῖ.

369 σχέτλι᾿ πρὸς τὸν Ἀγαμέμνονα.

370 πρὶν μαθεῖν ἐμοῦ ἀντὶ πρὶν ἐμοῦ πυθέσθαι.

373 κἀκεῖνον τὸν Ἀχιλλέα.

[*](Fol. 84 a)

374 ἤρασσον ἔβαλλον, κατηρώμην, ὕβριζον.

[*](6 ad v. 335 adscriptum in L, corr Elmsl — 8 Il. φ 278. — 19 τόπου] τό in litura)
362

375 μηδὲν ὕβρεως παραλιμπάνων.

376 κεῖνος ὁ Ὀδυσσεύς.

377 ἐνθάδʼ ἥκων εἰς τὴν ὀργὴν ἐλθὼν καίπερ οὐ μάχιμος ὤν οὐδὲ ὀργίλος.

ἐνθάδ᾿ εἰς τὴν ὀργήν.

378 δηχθεὶς λυπηθείς.

379 τότε, φησίν, ἡνίκα τοῦ Ἀχιλλέως προεκινδυνεύομεν οὐ παρῆς ἔνθα ἔδει σε παρεῖναι ἀλλʼ ἀπῆς ὅπου οὐκ ὤφειλες.

381 ἔχων λείπει ὅπλα.

383 τητώμενος ἐστερημένος.

385 καὶ οὐ μέμφομαι τοσοῦτον τῷ Ὀδυσσεῖ ὅσον τοῖς περὶ Ἀγαμέμνονα· αὐτοὶ γὰρ πάντων κρατοῦσιν καὶ ἐν αὐτοῖς ἦν τὸ ἐμὲ λαβεῖν.

386 τῶν ἡγουμένων τῶν βασιλέων.

387 κακῶς φρονοῦντες ὡς καὶ Ὀδυσσεὺς κακῶς φρονεῖ· ἐπὰν γὰρ οἱ βασιλεῖς κακῶς φρονῶσι κακῶς δῆλον ὅτι καὶ οἱ ὑπήκοοι.

ἀκοσμοῦντες ἄτακτα ἐργαζόμενοι.

388 διδασκάλων τῶν βασιλέων.

389 τοῦτο τῶν πλαγίως νοουμένων.

391 ὀρεστέρα Ῥέα· ἡ αὐτὴ δέ ἐστι τῇ γῇ, ἐν δὲ τοῖς ὄρεσι τὰ μυστήρια αὐτῆς γίνεται. παμβῶτι: πάντας τρέφουσα· παρὰ τὸ Ὁμηρικὸν

  • ζείδωρος ἄρουρα·
  • διὰ δὲ τὸ ταύτην τὴν θεὸν τιμᾶσθαι παρὰ Φρυξὶ πρὸς αὐτὴν τὸν λόγον ποιεῖται.

    [*](13 τοῖς] τοὺς L, corr. Lasc — 16 leguntur in L post λαβεῖν in scholio v. 385, separavit Lasc. — 22 ὦ Ῥέα] ὀρεία L, correxi coll. schol. v. 392. 402. — 25 Il. β 548, al.)
    363

    πολύτροφε.