Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

449 σῴζουσιν ἐξ Ἅιδου τοὺς ἐπιτρίπτους καὶ δολερούς.

451 ταῦτα τὰ γινόμενα.

452 τὰ θεῖ᾿ τὰ θεῖα ἔργα· νοσῶν δὲ δυσφημεῖ.

[*](1 φησὶν L, corr. Lasc. — 2 τῶ ποιητῇ] 0d. γ 412 sqq. — 4 δύʼ αὐ τώδʼ ἐξέδειξας restituit Porsonus. — 7 ἔσται τ (? deletum) αἱ L. — 8 εὐθέως] συνήθως? 11 λέγεται γὰρ κ. ἑ.] Aretini fabula; Kink. p. 33. — 17 συνεληλυθέναι L, correxi. αὐτῇ addit G.)
365

453 ὄρος τῆς Τραχῖνος ἡ Οἴτη· Τραχῖνος δὲ ἦν καὶ Μηλιεύς.

455 φυλάξομαι ὡς κακούς.

456 ὁ κακὸς νικᾷ τὸν ἀγαθόν· καὶ Ἡσίοδος βλάπτει δʼ ὁ κακὸς τὸν ἀρείονα φῶτα.

ὅπου θʼ| (ὅπου) γ᾿.

μεῖζον σθένει πλέον ἰσχύει.

457 κἀποφθίνει τὰ χρηστὰ Ὅμηρος ἐπεὶ τὰ χερείονα νικᾷ.

463 μεταστήσειαν ἀπαλλάξειαν.

465 εἴκῃ διδῷ, συγχωρήσῃ.

467 μᾶλλον ἐκ τοῦ σύνεγγυς ἢ ἐξ ἀπόπτου τὸν [*](Fol.85 a) πλοῦν περιμένειν.

472 ὅσοισι κακοῖς.

473 ἐν παρέργῳ οἷον οὐκ ἐν τετιμημένῳ μέρει τῆς νεὼς ἀλλʼ ὅπῃ βούλῃ· δηλοῖ δὲ ταῦτα ἐν τοῖς ἑξῆς.

474 φορήματος βάρους.

475 ὅμως δὲ σῷσόν με γιγνώσκων ὅτι τοῖς εὐγενέσι τὸ αἰσχρὸν ἐχθρόν ἐστι καὶ τὸ καλὸν εὔδοξον.

482 τὸ ἐν παρέργῳ νῦν ἐνεφάνισεν.

486 ἀκράτωρ ἀσθενής, κρατεῖν ἐμαυτοῦ μὴ δυνάμενος.

489 καὶ Ὅμηρος Χαλκωδοντιάδης, μεγαθύμων ἀρχὸς Ἀβάντων.

493 διʼ ὃν δὴ πρὸ πολλοῦ χρόνου ηὐλαβήθην.

[*](2 Μηλιεὺς] sumtum ex v. 4. — 5 Opp. 193 ubi βλάψει. φῶτα add. G. — 9 Il. α 576, al. — 12 ἦ] μὴ L, correxi. — 15 τιμημένωι L, corr. Lasc. — 20 ἐν παρέργῳ] v. 473. — 24 Il. β 541.)
366

παλαιὰν πάλαι ἄν.

494 τοῖς ἱκμένοις ἀντὶ διὰ τῶν ἱκμένων καὶ πεπορευμένων.

498 ἐν σμικρῷ ἐν ἐλάττονι.