Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1362 σοῦ δʼ ἔγωγε θαυμάσας ἔχω θαυμάζω σου καὶ καταγινώδκω δου.

1371 πατρὸς τοῦ Ποίαντος.

1374 θεοῖς τε πιστεύσαντα διὰ τὴν Ἑλένου μαντείαν.

1377 τῷδε δυστήνῳ ποδὶ χωλὸς ἄν.

1378 ἔμπυον δίυγρον διὰ τὸ ἕλκος, πύου πεπληρωμένην ὅ ἐστι σήψεως· ὁ δὲ νοῦς, ἀλλʼ οὐ πρὸς ἐκείνους ἄπει ἀλλὰ πρὸς τοὺς θεραπεύσοντάς σε.

1385 σοί που φίλος γʼ ὤν ὑπὲρ τοῦ σοὶ συμφέροντος.

1387 μάνθανε, φησί, μὴ ἐν τοῖς κακοῖς ἐπαίρεσθαι.· κακοῖς λείπει ἡ ἐπί.

1389 μανθάνειν ἐννοεῖν.

1392 ἑλεἵν ἰδεῖν.

[*](8 ad ταῦτʼ v. 1355 adscriptum in L, corr. Lasc, — 23 θεραπεύσαντας L, θεραπεύοντας l, corr. G.)
393

1401 λόγοις γράφε γόοις· πολλὰ διὰ Τροίαν πέπονθα, [*](Fol. 95 b) φησίν.

1402 στείχωμεν ἐπὶ τὴν πατρίδα· ἀπατᾷ δὲ καὶ θέλει ἄξαι εἰς τὴν Τροίαν.

1404 πῶς, φησίν, ἀναίτιος γένωμαι τοῖς Ἑλλησιν;

1405 χώραν τὴν ἐμὴν τὴν Σκῦρον.

1406 τίνα προσωφέλησιν ἔρξεις; ὠφελήσεις.

1411 ὑπολάμβανε ὁρᾶν τὸν Ἡρακλέα.

1415 βουλεύματα πεπρωμένα.

1423 σὺν τῷδʼ ἀνδρὶ τῷ Νεοπτολέμῳ.

1425 ἐκκριθεὶς νομισθείς.

1430 πλάκα| τὴν πέτραν.

1431 στρατοῦ ἐξ Ἀχαιικοῦ.