Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1191 τί πράξοντες ἐναντίᾳ γνώμῃ ἕτερον παρὰ τὸ πρότερον;

1194 χειμερίῳ λύπᾳ ταραχώδει πάθει, μεταφορικῶς· οὐκ ἔστι, φησί, μεμπτὸν τῷ δυστυχοῦντι καὶ παραφθέγγεσθαι.

1197 τοῦτο γίνωσκε, ὅτι οὐκ ἔρχομαι οὐδʼ εἰ αὐτὸς ὁ Ζεὺς μετέλθοι με ταῖς βρονταῖς τουτέστιν οὐδʼ εἰ κεραυνοῖ με ὁ Ζεὺς ἂν μὴ ἔλθω.

1199 βρονταῖς αὐταῖς γράφεται καὶ αὐγαῖς, ταῖς βροντῶν αὐγαῖς ταῖς κεραυνίαις· ἔστι μέντοι λαβεῖν καὶ βροντᾶς ἀντὶ τοῦ βροντήσας καθάπερ καὶ ἐν Ὑδροφόροις τὸν Διόνυσον εἶπεν Βακχᾶν ἀντὶ τοῦ Βακχευτάν.

1202 ἄρθρον μέλος.

1205 ἢ γένυν ἀντὶ τοῦ πέλεκυν ἢ γενῇδα ἢ ἀξίνην.

1206 παλάμην πρᾶξιν ὅθεν καὶ παλαμᾶσθαι· ἢ τέχνην.

1208 φονᾷ θανατᾷ, θανάτου ἐπιθυμεῖ.

1215 ὅστις ποτε καταλιπών σε ἐπὶ τὸ βοηθεῖν τοῖς Ἕλλησιν οὐκέτι οὐδέν εἰμι.

[*](18 βροντήσας καὶ ε και καθάπερ καὶ ἐν (καὶ ε καὶ deleta) L. ἐν Ὑδροφόροις] fr. 608. — 25 θανατοι L. — 26 καταλιπών σε 〈ἔβην〉 ἐπὶ τὸ?)
390

λιβάδʼ τὴν τοῦ ἐπιχωρίου ποταμοῦ.

1218 ἐντεῦθεν διπλοῦν ἐστι τὸ ἐπεισόδιον.

ὁμοῦ ἐγγύς.

[*](Fol. 93 b)

1219 στείχων ἂν ἦν σοι ἐπορευόμην ἄν· τὸ δὲ σοι παρέλκει.

1222 οὐκ ἂν οὐδʼ αὖ.

ἥντινʼ αὖ παλίντροπος κ. ἑ. ἀντὶ εἰς ποῖον τόπον ἀπέρχῃ· τοῦτο δὲ ὁ Νεοπτόλεμος ἀποδοῦναι βουλόμενος τὰ τόξα τῷ Φιλοκτήτῃ ἐπιπλήσσεται ὑπὸ τοῦ Ὀδυσσέως.

παλίντροπος ἐξ ὑποστροφῆς.

1238 ἀναρλεῖμ τὰ αὐτὰ λέγειν· ἀπὸ τῶν δεύτερον ἀναπολούντων τὴν ἠροτριαμένην γῆν.

1252 ἀλλʼ οὐδὲ σοὶ πεισθήσομαι.

1256 κοὐ μέλλοντʼ ἔτι οὐ βραδύνοντα.

1257 σ᾿  ἐάσω οὐ πολεμήσω.

1262 ἀμείψας καταλιπών.

[*](Fol. 94 a)

1270 μεταγνῶναι μετανοῆσαι.

1272 ἀτηρὸς βλαβερὸς παρὰ τὴν ἄτην.

1273 ἀλλʼ οὔ τι μὴν νῦν δόλιος φανοῦμαι.