Scholia in Sophoclem (scholia vetera)
Scholia in Sophoclem
Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888
1153 ἀλλʼ ἀνέδην ὅδε χῶρος. ἐπʼ ἐξουσίας ὁ τόπος ὑμῖν οὗτος ἀνεῖται ἀντὶ τοῦ ἀδείᾳ ὑπὸ τῶν θηρῶν ὁ τόπος κατασχεθήσεται.
ἀνέδην ἀνειμένος καὶ ἡπλωμένος.
ἐρύκεται κατέχεται.
1154 φοβητὸς φόβον ἐμποιῶν.
1155 ἕρπετε ἀντὶ ἥκετε.
1157 αἰόλας ποικίλης διὰ τὰ τραύματα.
1160 τίς ὧδ’ ἐν αὔραις τρέφεται: τίς τρέφεται ἐξ ἀνέμων μηδενὸς τῶν ἐκ γῆς τροφίμων εὐπορῶν;
1161 κρατύνων ἐγκρατὴς ὤν, εὐπορῶν.
1163 εἴ τι σέβῃ, ξένον πέλασσον: ἑαυτὸν δέ φησιν ὁ χορός, ὅτι ἐμοὶ τῷ ξένῳ μετʼ εὐνοίας πρόσελθε ἀντὶ φίλος ἡμῖν γενοῦ.
1165 ἀλλὰ γνῶθ᾿, εὖ γνῶθι: οὕτω τινὲς στίζουσιν, ἀλλὰ γνῶθ᾿, εὖ γνῶθι οἷον τὰ ὄντα σοι [*](7 ἀγρεύεται Dind. — 11 προσπελάζετε L, corr. G. — 17 κατέχετε, αι a m. rec. L.)
1166 κῆρα τὴν νόσον.
ἀποφεύγειν λείπει πάρεστιν.
1167 οἰκτρὰ γὰρ βόσκειν χαλεπὴ ἡ νόσος τῷ κατεσθίειν.
ἀδαὴς ἀδύνατος ἐνταῦθα ἢ ἄγνωστος πρὸς τὸ ὀχεῖσθαι.
1169 πάλιν πάλιν: πάλιν τῶν τῆς Ἰλίου με τόπων ἀνέμνησας ἢ τῶν οἰκείων κακῶν· ὑγιῶς δὲ ἔχει περιττευούσης τῆς ἐν προθέσεως.
1170 ὦ| λῷστε τῶν πρὶν ἐντόπων: ὦ βέλτιστε τῶν πλησιασάντων μοι πάλαι ἢ τῶν περὶ Ὀδυσσέα.
ὦ λῷστε ὦ βέλτιστε.
[*](Fol. 93 a)1174 τὰν ἐμοὶ στυγερὰν λείπει ἡ εἰς, εἰς τὴν μισουμένην μοι.
1176 κράτιστον σύμφορον.
1178 ἐμοὶ βουλομένῳ ἡδέως ἀποπλεῦσαι κελεύεις.
1180 ναὸς ἵνʼ ἡμῖν τέτακται ὅπου ἡμῖν ἀφῖκται ἡ ναῦς· ἐπὶ τῆς ναὸς ἀντὶ εἰς τὴν ναῦν.
1181 μή, πρὸς ἀραίου: ἀρὰ ἡ εὐχή· ἀραῖος οὖν ᾧ πάντες προσευχόμεθα ἢ ὃν ἐπικαλούμεθα ἀρώμενοι· [*](3 δὲ add Br. — 7 μοι] cf. schol. v. 1169. πάλιν παλαιὸν ἄλγημα G. — 10 τῷ] τὸ L, corr. Dind. — 11 κατεσθίειν] τὴν σάρκα addit G. — 16 τῆς ἐν| sc. in vocabulo ἐντόπων. — 18 πάλαι] πρὶν Lasc.)
1182 ἔλθῃς ἀντὶ ἀπέλθῃς.
μετρίαζε ἡσύχαζε.
1189 τεύξω ποιήσω.
μετόπιν μετὰ ταῦτα, μετόπισθεν.
1190 ἐπήλυδες αὐτόματοι.