Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1275 μὴ λέξῃς πέρα μὴ περαιτέρω εἴπῃς· ὅσα γὰρ ἂν εἴπῃς μάταια λέξεις.

1277 πέρα περαιτέρω.

1288 δολούμεθα ἀπατώμεθα.

1293 μαρτύρομαι τοὺς θεοὺς ὅτι ὁ ποιῶ εἰς χάριν καὶ σωτηρίαν ποιῶ τῶν Ἀτρειδῶν.

1298 οὐκ εἶπεν τὸ θέλῃ ἴνα μὴ δόξῃ συμψηφίσασθαι αὐτοῦ τῷ βουλήματι.

[*](2 ,,eo spectat, qnod in hac scena non, ut plerumque, una sed duae personae adveniunt Herm. — 13 πολούντων Br, ἠροτριωμένην G. — 14 σοὶ addidi. — 22 ἂν] ἐὰν L, corr. Lasc.)
391

1305 ἀλλ᾿  οὖν τοσοῦτον: ἀλλʼ οὐ γενναῖον ἄνδρα [*](Fol. 94 b) φονεύσω· πάντες γὰρ οἱ κήρυκες τῶν Ἑλλήνων ἀσθενεῖς εἰσι καὶ ἡ ἀνδρεία αὐτῶν ἄχρι τοῦ λέγειν.

τοὺς πρώτους στρατοῦ τοὺς βασιλεῖς.

1306 ψευδοκήρυκας ψευδοπρεσβευτάς.

ψευδῶς κηρυσσομένους, ἐγκωμιαζομένους.

1312 μετὰ ζώντων ἐν ζῶσιν.

1313 ἤκου᾿  ἄριστα καλῶς ἤκουσ᾿.

1314 εὐλογοῦντα εὐφημοῦντα.

1316 πᾶς ἄνθρωπος ἐκ θεοῦ πάσχων ἀνέγκλητός ἐστιν, ὅσοι δὲ διὰ τὴν ἰδίαν προαίρεσιν δυστυχοῦσιν ὥσπερ σὺ οὐδὲ ἐλέους ἄξιοι τυγχάνουσιν.

1321 σύμβουλον συμβουλίαν.

1322 εὐνοίᾳ σοί.

1325 γράφου φρενῶν ἔσω παρὰ τὸ Ὁμηρικὸν

  • σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι.
  • 1326 σύ, Φιλοκτῆτα, νοσεῖς ἐκ θείας προνοίας πλησίον ἀπελθὼν τοῦ ὄφεως τοῦ φυλάττοντος τὸ ἱερὸν τῆς Ἀθηνᾶς καὶ οὐκ ἔστιν ἴασις εἰ μὴ ἐκ τῶν Ἀσκληπιαδῶν.

    1327 πλησίον ἐλθὼν τοῦ ὄφεως τοῦ τῆς νήσου τῆς Χρύσης φύλακος.

    ἀκαλυφῆ ἀστέγαστον.

    1329 παῦλαν ἀνάπαυσιν, θεραπείαν.

    1331 ταύτῃ μὲν ἀνατέλλῃ ταύτῃ δὲ δύνῃ ὅ ἐστι διὰ παντός.

    1334 μαλαχθῇς παύσῃ.

    [*](1 τοσοῦτος L, corr. l. — 10 ἐκ θεῶν 1 — 16 Il. α 297, al. — 17 σὺ γὰρ Φιλοκτῆτα l. — 19 ἔστιν 〈σοι〉 Br. ἔσται? — 22 χρυσῆς (ut in textu) L, corr. G.)
    392

    1336 ὡς ἀντὶ ὅπως.