Scholia in Sophoclem (scholia vetera)
Scholia in Sophoclem
Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888
1111 ἀλλά μοι ἄσκοπα. ἀπροσδόκητα, δόλια, ἃ οὐκ ἔστι προσκέψασθαι· γράφεται δὲ καὶ ἄψοφα ἀπὸ τοῦ μὴ ψοφεῖν ἀντὶ λαθραῖα· ἀπὸ μεταφορᾶς τῶν [*](1 πρωτάδες inclusi; πλωάδες coll. Apollon Rhod. II, 1055 et Hesych. s. v. Br., πλωιάδες Gedikius, πτωάδες Vossius. — 11 φρονῆσαι] σωφρονῆσαι L, corr. Herm. ἑλέσθαι addidi. — 11 et 12 πλείονος] λῴονος utrobique Lasc. — 22 διακονούμενος] Philoct. v. 287. — 23 στιβαδοποιούμενος] Nauck fragm. 989. στιβαδοποιῶν Lasc. — 26 ἀπὸ μεταφορᾶς] pertinet ad ὑπέδυ.)
1113 ἰδοίμαν δέ νιν. ἐς κατευχόμενος, γένοιτο δέ μοι τὸν παραίτιον τούτων ἴσον χρόνον δυστυχῆσαι τῆς ἐμῆς λαχόντα ἀνίας· δεῖ δὲ καὶ κατὰ τὸ πληθυντικὸν ἀκούεσθαι ἐμὰς λαχόντʼ ἀνίας ἀλλὰ τῆς ποιητικωτέρας ἡ τοιαύτη φράσις.
1116 πότμος σε δαιμόνων: λείπει ἡ ἐξ, ἐκ θεῶν γὰρ τύχη τις τοῦτό σοι κεκλήρωκεν καὶ οὐχ ὑπʼ ἐμοῦ δεδόλωσαι· κατὰ κοινοῦ τὸ ἔσχεν, τὸ δὲ ἑξῆς, πότμος σε δαιμόνων τάδʼ ἔσχεν οὐδέ σε δόλος ἔσχεν ὑπὸ χειρὸς ἐμᾶς· ὁ δὲ νοῦς, παῦσαι τῶν καταρῶν τούτων, ὦ φίλε, μὴ διὰ τούτων κτήσῃ ἡμᾶς ἐχθρούς· θεὸς γὰρ τῆς δυστυχίας ταύτης παραίτιος, οὐχ ἡμεῖς γεγόναμεν οὔτε δόλῳ ὑπεισελθόντες οὔτε ἄλλῳ τινὶ πράγματι.
1120 ἀρὰν ἀρὰν ἐπʼ ἄλλοις: δεῖ ἀκούεσθαι ἐπὶ τῶν μάτην καταρωμένων, σαυτῷ γὰρ ἐγένου αἴτιος, δεῖ δὲ καὶ οὕτω, καταρῶ τοῖς ἄλλοις καὶ μὴ ἡμῖν.
1121 καὶ γὰρ ἐμοὶ τοῦτο μέλει: μέλει μοι τὸ παραινέσαι σοι ἵνα μὴ ἀπώσῃ τὴν φιλίαν οἷον οὐ θέλω σε ἐχθρὸν ἡμῖν καταστῆσαι· ἢ ὡς παραινοῦντές φασι, μὴ ᾀπώσῃ τὴν φιλίαν ἡμῶν.
[*](2 ἔπη addidi. — 7 δεῖ] δύναται Elmsl. — 8 ποιητικωτέρας] πολιτικωτέρας M. Schmidt. Didym. p. 94; cf. Schaefer. ad Dionys. de composit. verb. p. 6, Bekkeri Anecd. p. 15, 11 schol. Electr. v. 87. — 11 σοι add. Br. — 15 φίλε] Φιλοκτῆτα Lasc.; cf. schol. v. 830. — 16 ταύτης οὐχ ἡ (deleta) παραίτιος κ. ἑ. L. — 20 μάτην] interpretatio pertinet ad neutrum ἄλλοις. — 24 ἐχθροὺς L, corr Lasc.)1122 μὴ φιλότητʼ ἀπώσῃ λείπει ἵνα. φιλότητ᾿ ἣν ἔχομεν πρὸς σέ.
[*](Fol. 92 b)1125 γελᾷ ὁ Ὀδυσσεύς.
πάλλων τὰ τόξα φησίν.
1129 ἐκβεβιασμένον ἐξηρπασμένον.
1131 τὸν Ἡράκλειον ἄθλιον: ἀντὶ ἐμὲ τὸν τοῦ Ἡρακλέους διάδοχον· ἢ ἐμὲ τὸν ἐπὶ τῷ Ἡρακλεῖ ἆθλον ποιήσαντα τὴν πυρὰν καὶ ὑφάψαντα αὐτήν.
ἑαυτόν φησιν.
1132 ἄθλιον γράφε ἆθλον.
1134 μεταλλαγᾷ μεταβολῇ.
1135 ἐρέσσῃ στρέφῃ· ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἐρεσσόντων.
1136 ὁρῶν ἀντὶ τοῦ βλέπον, σύ, τόξον.
1138 μυρίʼ πλήθη κακῶν. ἀνατέλλονθ᾿ ἐσόμενα.
1140 ἀνδρός τοι τὸ μὲν εὖ δίκαιον εἰπεῖν: ἀγαθοῦ ἀνδρός ἐστι τὸ ἀληθὲς ἐν καιρῷ λέγειν (δίκαιον γὰρ νῦν φησι τὸ ἀληθές, εὖ δὲ τὸ ἐν καιρῷ), ὀφείλει δὲ καὶ ὁ ἀκούων μὴ ἐκφαυλίζειν τὰ λεγόμενα· τοῦτο δέ φησιν ὅτι ὁ μὲν Νεοπτόλεμος τὸ ἀληθὲς εἶπεν ὁ δὲ Φιλοκτήτης ἐξευτέλισεν. εἰς τὸ αὐτό: ἀγαθοῦ μὲν ἀνδρός ἐστι τὸ δίκαιον εἰπεῖν εἰπόντα δὲ μὴ φθονεῖσθαι ὅτι οὐκ ἔδει σε τῷ Νεοπτολέμῳ φθονεῖν εἰπόντι τὸ δίκαιον· κατὰ κοινοῦ δὲ τὸ δίκαιον, ἀγαθοῦ ἀνδρός ἐστι τὸ λέγειν τὸ δίκαιον, δίκαιον δὲ καὶ σὲ ὁμολογεῖν ὅτι εὖ πέπρακται, ἀκούοντα δὲ τούτων μὴ φθονερόν τι καὶ ὀδυνηρὸν ἐπιφθέγξασθαι.
[*](14 βλέπων L, correxi)1141 μὴ φθονερὰν | ἐξῶσαι γλωσσας ὀδύναν μὴ πικραίνεσθαι.
1143 εἷς ἀπὸ πολλῶν εἷς ἀπὸ πολλῶν συμμάχων.
1144 τοῦδʼ τοῦ Ὀδυσσέως.
τὸ ἑξῆς, τοῦδʼ ἐφημοσύνᾳ ἤνυσεν κοινὰν ἐς φίλους ἀρωγάν.
1146 ὦ πτηναὶ θῆραι ἀντὶ ὦ ἄγραι· ἀγρεύσε γὰρp καὶ πτηνά.
χαροπῶν φοβερῶν.
1149 φυγᾷ μ᾿ οὐκέτʼ ἀπʼ αὐλίων: ἀντὶ οὐκέτι φεύξεσθέ με, οὐκέτι μετὰ φυγῆς καὶ φόβου προσπελάσετέ μοι.