Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

560 πόρευε διεπέρα, διεπόρθμευεν.

562 ἡνίκα στόλον: στόλον φησὶ τὸ πλῆθος τῶν ἐν τῇ οἰκίᾳ δούλων τε καὶ ἀδελφῶν· ἡνίκα οὖν καταλιποῦσα τὸν οἶκον τοῦ πατρὸς ἔρημος ἐπηκολούθησα τῷ Ἡρακλεῖ.

565 ματαίαις χερσίν: ὅτι οὐδὲν ἤνυσεν· ἔφθασε γὰρ ὁ Ἡρακλῆς τοξεύσας καὶ ἀνελὼν αὐτόν.

566 ἐπιστρέψας χεροῖν: εὐτρεπίσας ἢ στρέψας καὶ κάμψας τὴν νευράν· ἢ εἰς αὐτὸν στραφεὶς καὶ βλέψας.

567 ἧκεν κομήτην ἰόν: ἢ διὰ τοὺς ὄγκους ἢ διὰ τὴν πτέρωσιν· τὸ δὲ πνεύμονας ἀντὶ ἑνικοῦ.

568 διερροίζησεν μετὰ ἤχου ὥρμησεν.

570 τοσόνδʼ ὀνήσῃ: ὠφεληθήσῃ καὶ ὄνησιν λήψῃ ἐκ τῶν ἐμῶν πορθμῶν.

[*](2 scholion ad παλαιὸν — ἀρχαίου v. 555 refert Wolf. p. 190. κρατερὸν αἰχμητὴν] Π. γ 179, al. — 3 ἐπὶ τῷ Iuntina. — 4 αὐτῷ] αὐτὸ L, corr. Lasc. — 8 Π. π 162. — 9 Νέσος constanter in scholiis et in textu L, corr. Lasc. — 10 Il. κ 521. φονῆσι L. — 21 ὄγκους] Il. δ 151; cf. schol. v. 680.)
311

ἐὰν πύθῇ γράφε ἐὰν πίθῃ.

572 ἀμφίθρεπτον τὸ πεπηγός· θρέψαι γὰρ τὸ πῆξαι.

573 ᾗ| ὅπου ἥ ἐν ᾧ.

574 θρέμμα Λερναίας ὕδρας περιφραστικῶς ἡ ὕδρα.

575 ἔσται φρενός σοι τοῦτο κηλητήριον: ἐπιτήδειον πρὸς τὸ παῦσαι καὶ κηλῆσαι· καταπαυστήριον τῆς φρενὸς τοῦ Ἡρακλέους τοῦ πρὸς ἄλλην ἔρωτος ἢ κατακηλοῦν τὴν ψυχὴν τοῦ Ἡρακλέους τῷ πρὸς τὴν Δηιάνειραν ἔρωτι.

579 ἐγκεκλεισμένον τηρούμενον.

580 τοῦτό φησιν ὡς κατʼ ἐντολὴν Νέσσου καὶ ἄλλα τινὰ συμμίξασα.

581 καὶ πεπείρανται τάδε: κατείργασται, τετελείωται καὶ ἤνυσται.

582 κακὰς δὲ τόλμας. μὴ εἰδείην, φησί, κακοῖς πράγμασιν ἐπιχειρεῖν οἷον δολοφονῆσαι αὐτὸν ἢ τι τοιοῦτον ἀλλʼ ἄχρι τοῦ μεταθεῖναι αὐτοῦ τὴν γνώμην διὰ τοῦ κατασκευάδματος τούτου.

τόλμας τὰς φαρμακείας.

584 εἰ μὴ μάταιόν ἐστι τοῦτο τὸ κατασκεύασμα προσδοκῶ ταύτην ὑπερβαλέσθαι τῇ πρὸς τοῦ Ἡρακλέους εὐνοίᾳ, εἰ δὲ μὴ ἐπιτυγχάνω παύσομαι τῆς ἐπιχειρήσεως.

586 μεμηχάνηται τοὖργον: τοῦτο, φησί, τὸ ἔργον μεμηχάνηται οὐκ ἐπʼ ὀλέθρῳ ἀλλʼ ἴνα ταύτην φίλτροις ὑπερβαλώμεθα.

[*](1 γρ ἐὰν πι literis reliquis erasis L. — 2 θρέψαι] Odyss. ι 246, al. — 10 κατακηλοῦντος L, corr. Br. — 20 τούτου] se- quuntur in εἰ μὴ μάταιόν ἐστι et c.; separavi et ad v. 584 retuli. — 23 Ἡρακλέος L, corr. Lasc.)
312

587 εἰ δὲ μή, πεπαύσομαι: εἰ δὲ μὴ ἐνεργήσῃ παύσομαι τῆς ἐπιχειρήσεως.

588 ἀλλʼ εἴ τις ἐστὶ πίστις ἐν τοῖς δρωμένοις: ἀλλʼ εἰ πεπίστευκας ὅτι δρᾷ τι τοῦτο ἄριστά μοι δοκεῖς βεβουλεῦσθαι.

590 πιστεύω μὲν ἀληθὲς εἶναι οὐ μὴν πεπείραμαι.

[*](Fol. 71 b )