Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

592 ἀλλʼ εἰδέναι χρὴ δρῶσαν: δεῖ σε δρῶσαν ἔχειν τὴν πίστιν καὶ μὴ μόνον δοκεῖν ἐπίστασθαι· οὔπω γὰρ ἔχεις τὴν γνῶσιν ἕως οὐ πεπείρασαι.

δεῖ σε, φησίν, ἐπιχειροῦσαν γνῶναι.

593 ἂν γνῶμα γράφε ἄγνωμα.

594 ἀλλʼ αὐτίκʼ εἰσόμεσθα: γνωσόμεθα, φησί, τὴν δύναμιν τοῦ σκευάσματος· βλέπω γὰρ τὸν Λίχαν πλησίον πορευόμενον ὃς ἀποκομίσει τὸν πέπλον τῷ Ἡρακλεῖ καὶ ἔσται ἡμῖν διὰ τούτου πεῖρα.

596 μόνον παρʼ ὑμῶν εὖ στεγοίμεθα: κρυπτοίμεθα οἷον σιωπὴ γένοιτο.

σκότῳ λάθρᾳ.

597 κἄν αἰσχρὰ πράσσῃς ἀντὶ τοῦ πράσσῃ τις ὧς τὸ

  • ἔνθʼ οὐκ ἂν βρίζοντα ἴδοις.
  • 599 τῷ μακρῷ χρόνῳ ἀντὶ τοῦ διὰ τὸ ἐνταῦθα χρόνῳ ἐνδιατρῖψαι.

    602 εὐυφῆ πέπλον: ἰσχνουργῆ· οὐκ εὖ δὲ τὸν [*](9 edebatur ἕως οὖ πεπείρασαι; emendationem, quam feci Beitr. p. 69, confirmat L. — 11 τὸ γνῶμα adscripsit m. recen- tissima. — 14 πορευσόμενον L, corr. l. — 16 et 19] μόνον παρʼ ὑμῶν εὖ: ἀντὶ τοῦ πράσσοι τις ὡς τὸ ἔνθʼ — ἴδοις. στεγοίμεθα] κρυπτοίμεθα οἷον σιωπὴ γένοιτο (mutatum in γένηται) L, ordinem restitui et πράσσῃ (pro πράσσοι) scripsi. — 21 Il. δ 223.)

    313
    ἀνδρεῖον χιτῶνα πέπλον φησί. γράφε δὲ ἀυφῆ ἀντὶ τοῦ λεπτουφῆ.

    607 μήτʼ ἐφέστιον σέλας: ἀντὶ τὸ κατʼ οἶκον πῦρ· ἕρκος δὲ ἱερόν. ὁ βωμὸς ἢ τὸ ἱερόν.

    608 πρὶν κεῖνος: πρὶν αὐτός, ἐνδυσάμενος, ἐπὶ τῆς οἰκίας φανερὸς καὶ ὑπʼ ὄψεσι πάντων προελθεῖν.

    609 καὶ καθʼ ἣν μέλλει ταύρους θύειν τοῖς θεοῖς εὐχαριστήρια.

    611 πανδίκως ἀνενδοιάστως.

    612 στελεῖν χιτῶνι τῷδε: σκεπάσειν, ἐνδύσειν, περιβαλεῖν αὐτὸν τούτῳ τῷ χιτῶνι καὶ φανεῖν αὐτὸν σφαγέα τῶν θυμάτων.

    613 καινὸν καινοπρεπῆ.

    614 σῆμ᾿ ὃ κεῖνος εὐμαθές: εὔγνωστον σημεῖον κομίσεις ὅπερ ἐκεῖνος ἐπιγνώσεται ἐπιθεὶς τὸ ὄμμα τῇ σφραγῖδι, γνοὺς ὅτι παρʼ ἐμοῦ εἴη ἡ σφραγίς.

    615 σφραγῖδος ἕρκει περιφραστικῶς τῇ σφραγῖδι.

    616 ἀλλʼ ἕρπε καὶ φύλασσε: οὗτός ἐστιν ὁ προσήκων νόμος τοῖς διακονοῦσιν ὥστε μηδὲν περαιτέρω δρᾶν τῶν προσταττομένων αὐτῷ· ἐμφαίνει δὲ αὐτῷ μὴ ἀποσφραγίσαντα περιεργάζεσθαι τί ἔγκειται.

    618 ἔπειθ᾿ ὅπως ἂν ἡ χάρις. γνησίως διακονούμενος διπλασιάσεις τὴν χάριν καὶ ἴσως φιληθήσῃ παρʼ ἑκατέρου.

    [*](1 ἀυφῆ (γʼ εὐυφῆ in textu) ex ταναυφῆ corruptum esse intellexit nnderns coll. Hesychio. Photio et Suida: ταναϋφῆ, λεπτουφῆ. — 6 φανερς L. — 7 a superioribus separavit, καὶ inclusit Lasc. καθʼ ἣν] ἡμέραν addit Br. μέλλοι L, corr. Br. — 11 καὶ addidi. φανῆναι L, correxi. — 18 προσῆκον L, corr. l. — 20 προσταττομένων αὐτοῖς Lasc. — 23 διπλασιάζεις L, correxi.)
    314

    620 Ἑρμοῦ — τέχνην κῆρυξ γὰρ ὁ θεός.

    622 τόδʼ ἄγγος τὸ κιβώτιον.

    623 λόγων τε πίστιν ὧν ἔχεις: ἔντειλαι δέ μοι, φησί, καὶ περὶ πραγμάτων ἄλλων μυστικῶν καὶ λόγους ἀνακοίνωσαί μοι καὶ φυλάξω.

    ἐπίθες, φησίν, ἣν θέλεις σφραγῖδα.