Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

526 ἐγὼ δὲ μάτηρ μέν: ἐγώ, φησίν, ἐνδιαθέτως ὡσεὶ μήτηρ λέγω.

527 ἀμφινείκητον ὄμμα νύμφας: ἀντὶ ἡ περιμάχητος νύμφη περιφραστικῶς· ἀπὸ δὲ τοῦ καλλιστεύοντος αὐτὴν εἶπεν μέρους.

ἔτι δὲ καὶ νύμφη ἐλεεινὴ οὖσα ὑπέμεινεν ἡ περικαλλὴς Δηιάνειρα.

528 ἀμμένει ἀντὶ τοῦ ἀνέμεινεν.

529 παραχρῆμα γαμηθεῖσα τῶν τῆς μητρὸς ἀφωρίσθη πραγμάτων.

531 ἦμος, φίλαι, κατʼ οἶκον: Δηιάνειρα πρὸς τὸν χορὸν ἐξελθοῦσα διαλέγεται καί φησιν, ἐν ὅσῳ ὁ Λίχας κατὰ τὸν οἶκον συντάττεται ταῖς αἰχμαλώτοις ἐξῆλθον ἵνα ἅπερ ἐμηχανησάμην δηλώσω ὑμῖν.

532 ὡς ἐπʼ ἐξόδῳ ὡς μέλλων αὖθις ἐξιέναι πρὸς τὸν Ἡρακλέα.

535 συγκατοικτιουμένη σὺν ὑμῖν θρηνήσουσα.

536 ἀλλʼ ἐζευγμένην | παρεισδέδεγμαι: γεγαμημένην τῷ Ἡρακλεῖ προσεδεξάμην φορτίον λωβητὸν τῆς ἐμῆς φρενός, βλαβερὸν φορτίον καὶ ἐφύβριστον.

538 ἐμπόλημα ἀντὶ τοῦ ζημίαν.

539 μιᾶς ὑπὸ | χλαίνης ἀντὶ τοῦ μιᾶς κοίτης.

[*](2 αὐτὰς L, corr. Br. — 10 ἀμφινίκητον (ί ex ή) ut in textu L, corr. l. — 15 ἀνέμενεν L, corr. Br.)
309

542 οἰκούριʼ ἀντέπεμψε; τοιαῦτα τῆς οἰκουρίας δῶρα ἔπεμψέ μοι ὑπὲρ τοῦ χρόνου παντὸς οὐ συνῴκησα αὐτῷ ὅ ἐστιν εὐχαριστήρια τῆς πολυχρονίας ἡμῶν οἰκουρίας.

547 τὴν μὲν ἕρπουσαν πρόσω: τῇ Ἰόλῃ προκόπτουσαν καὶ αὐξομένην τὴν ἥβην.

548 τὴν δὲ φθίνουσαν ἑαυτὴν λέγει δεικτικῶς· φθίνουσαν δὲ ἀντὶ τοῦ βεβηκυῖαν.

τῶνδʼ ὑπεκτρέπει πόδα ὧν: δύο ἡλικιῶν τὴν [*](Fol. 71a) νεάζουσαν ἁρπάζειν εἴωθεν ὁ τοῦ ἀνδρὸς ὀφθαλμός.

549 ὀφθαλμὸς ἄνθος: τὸ ἄνθος τῶν νέων γυναικῶν φιλεῖ ἁρπάζειν ὁ ὀφθαλμὸς τοῦ ἀνδρός, τῶν δὲ ὑπαναχωρεῖν δηλονότι τῶν πρεσβυτέρων.

550 μὴ πόσις μὲν Ἡρακλῆς: διαφορὰν ταύτην ἔχει ἡ πόσις πρὸς τὸν ἄνδρα· πόσις γὰρ λέγεται καὶ ὁ πρὸ πολλοῦ ἀποστὰς τῆς γυναικός, ἀνὴρ δʼ ὁ συνὼν καὶ ὁ πρὸ ὀλίγου χωρισθεὶς ὡς τὸ

  • ἆνερ, ἀπʼ αἰῶνος νέος ὤλεο·
  • δέδοικα οὖν, φησί, μὴ ἐμὲ καταλιπὼν πόσις μὲν ἐμὸς κληθῇ ὡς συνοικήσας μοί ποτε ταύτης δὲ ἀνὴρ ὡς ἔτι αὐτῇ συνοικῶν.

    πόσις: πρόσις τις ὢν παρὰ τὸ προσιέναι.

    552 ἀλλʼ οὐ γάρ, ὥσπερ εἶπον: οὐ χρὴ τὴν συνετὴν γυναῖκα θυμοῦσθαι τῷ ἀνδρί· δὲ τρόπῳ τῆς λύπης ἴαμα σχοίην ὑμῖν ἐρῶ.

    [*](1 ἀντέπεμψεν (ut in textu) L. — 3 πολυχρονίου Dind. coll. schol. Ai. v. 194. — 9 lemma inclusit Lasc. ὧν restitui. — 15 ἡ πόσις] sc. λέξις; τὸ πόσις l, ὁ πόσις Lasc. — 16 ἀποστά τῆς γυναικὸς L, corr. Lasc. — 18 Il. ω 725. — 19 μὲν addidi. — 22 προιέναι L, corr. Lasc.)
    310

    554 λύπημα ἀντὶ τοῦ τῆς λύπης.

    556 λέβητι χαλκέῳ: δύο ὀνόματα ἐς κρατερὸν αἰχμητήν. ὡς ἔκτοτε ἀποθεμένης λέβητι ἐπὶ τὸ κατὰ καιρὸν χρήσασθαι αὐτῷ.

    557 παῖς: νεωτέρα· οὐ γὰρ παρθένος.

    558 ἐκ φόνων ἀνειλόμην: ἀντὶ τοῦ αἵματος· Ὅμηρος

  • ἄκρον, ἐρευγόμενοι φόνον αἵματος·
  • ἢ ἐκ τοῦ τόπου ὅθεν ἐφονεύθη ὁ Νέσσος· Ὅμηρος
  • ἐν ἀργαλέῃσι φονῇσιν.
  • φόνων τῶν σφαγῶν.