Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

496 σὺν πολλῷ στόλῳ τοῖς ἀπεσταλμένοις αἰχμαλώτοις.

497 μέγα τι σθένος: νικηφορεῖ ἐν παντὶ πράγματι· ἢ οὕτως, ἀποφέρεται τὰς νίκας κατὰ πάντων καὶ πάσης κρατεῖ φύσεως· σθένος δὲ νίκης περιφραστικῶς τὴν νίκην.

εἰκότως ὁ χορὸς τοιαύτην ἀρχὴν πεποίηται· πέπαυται γὰρ ὁ λόγος περὶ τοῦ ἔρωτος.

γράφε μέγα τι σθένουσα.

ἐκφέρεται ἀποφέρεται.

499 παρέβαν ἀντὶ τοῦ παραβήσομαι· καὶ ὅσα μέν, φησίν, εἰς θεοὺς ἐνεδείξατο ὑπερβήσομαι.

ἐγὼ παρεῖσα τὰ πολλὰ τὰ τέλη λέγω τῶν πραγμάτων.

501 τὸν ἔννυχον τὸν ἐν σκότῳ διατρίβοντα.

[*](Fol. 70b)

503 ἀλλʼ ἐπὶ τάνδʼ ἄῤ ἄκοιτιν: τὴν Δηιάνειραν· ὁ δὲ νοῦς οὕτω, τὰ μὲν εἰς θεοὺς γεγονότα παρίημι ἐκεῖνα δὲ λέγω τίνες ἠγωνίσαντο περὶ τῶν γάμων Δηιανείρας καὶ κατέβησαν εἰς τὸν ἀγῶνα.

504 ἀμφίγυοι πρὸ γάμων κατέβαν: ἀντίπαλοι ἢ [*](9 ἔρωτα] ἐρῶντα L, corr. Lasc.; cf. schol. v. 441. — 7 τοῖς] ταῖς L. — 19 ad v. 526 post λέγω (in scholio) adscripta in L huc retraxit Reinhardus Sternius. — 22 ἆῤ) L. — 24 τίνες] τινὲς (ut in textu) L, corr. Br. — 25 τῆς Δηιανείρας l. — 26 κατέβαν πρὸ γάμων in textu L. κατέβαν] sequitur τινες (deletum).)

307
ἰσχυροὶ ἐν τοῖς γύοις, μαχεσάμενοι χερσὶ καὶ ποσίν· ἢ ἀμφότεροι τεθεωρημένοι ἢ ἄμφω παρωξυμμένοι.

506 ἐξῆλθον ἄεθλα: ἀντὶ τοῦ διήνυσαν, ἐπεξῆλθον, ἠγωνίσαντο· λέγει δὲ ὅτι πᾶν εἶδος ἀγωνίσματος κατʼ ἀλλήλων ἐνεδείξαντο.

ἄεθλʼ| ἀγωνίσματα· πάμπληκτα δὲ πληγῶν μεστά.

507 τετραόρου τετρασκελοῦς.

508 φάσμα φάντασμα, σχῆμα.

509 ἀπ᾿ Οἰνειαδᾶν: ἀπὸ Αἰτωλίας· ἢ οὕτως, Οἰνίαι πόλις Ἀκαρνανίας διʼ ἦς ῥεῖ ὁ Ἀχελῷος· πληθυντικῶς δὲ λέγεται.

510 Βακχείας τῆς τὸν Βάκχον ἐχούσης· καλῶς δὲ τὸ Βακχείας πρὸς ἀντιδιαστολήν.

512 ἀφʼ ἱστορίας φησὶ λόγχην ἔχειν τὸν Ἡρακλέα.

513 ἀολλεῖς: καταχρηστικῶς εἶπεν ἐπὶ δύο τὸ ἀολλεῖς· ἐπὶ πλήθους γὰρ λέγεται· ἢ ἀολλεῖς ἀντὶ τοῦ λίαν ἀλέντες· Ὅμηρος

  • οἴμησεν δὲ ἀλείς.
  • 514 ἱέμενοι ἐπιθυμοῦντες.

    515 μόνη δὲ Κύπρις παροῦσα ἐβράβευεν καὶ διέταττεν.

    517 τότε οὖν ὁ Ἡρακλῆς καὶ χερσὶ καὶ τόξοις ἐμάχετο, ὁ δὲ Ἀχελῷος τοῖς κέρασιν.

    519 ἀνάμιγδα ἀναμεμιγμένως.

    520 ἦν| Ἡσίοδος

  • τῆς δʼ ἦν τρεῖς κεφαλαὶ
  • ἀντὶ τοῦ ὑπῆρχον.

    [*](1 γυίοις Br. — 2 τεθωρακισμένοι Lasc.; lectionem codicis etsi mendosam retinui. — 9 οἰνιαδᾶν (ut in textu). Αἰτωλίας] Οἰταίας ex Stephano Byz. 485, 17 M. Schmidt. Didym. p. 108. ἢ οὕτως] confundit Οἰνειάδας Oetaeae cum Οἰνιάδαις Acarnaniae. — 10 πόλεις L, corr. Lasc. — 18 Il. χ 308. — 26 Theog. 321.)
    308

    ἦν δὲ ἀμφίπλεκτοι | κλίμακες: κλίμακες αἱ ἐπαναβάσεις παρὰ τὸ ἄνω τε καὶ κάτω αὐτοὺς στρέφεσθαι ἐν τῇ μάχῃ· ἔστι δὲ εἶδος παλαίσματος ἡ κλῖμαξ· τοῦτο δὲ τὸ σχῆμα ἐπὶ Ἡρακλέους ἀκουστέον.

    521 ἦν δὲ μετώπων τοῦτο ἐπὶ Ἀχελῴου· οἱ γὰρ ταῦροι τοῖς κέρασι καὶ μετώποις μάχονται.

    523 ὁ δʼ εὐῶπις ἡ Δηιάνειρα.