Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

444 κἀμοῦ ἀπὸ κοινοῦ τὸ ἄρχει.

446 ληφθέντι μεμπτός εἰμι. μεμπτή εἰμι τουτέστιν ἀεὶ μέμφομαι· ἢ ἀντὶ τοῦ ἐπίμεμπτος, ἐπιπληκτική.

449 ἀλλʼ εἰ μὲν ἐκ κείνου μαθών: εἰ μὲν παῤ Ἡρακλέους ἐκελεύσθης ψεύσασθαι κακὴν μάθησιν ἐκμανθάνεις εἰ δὲ σὺ σαυτὸν εἰς τοῦτο ψευδολογίας ἄγεις ἴσθι ὅτι κἂν θελήσῃς ποτὲ εἰπεῖν ἀληθὲς οὐ δυνήσῃ ὑπὸ τῆς συνηθείας νικώμενος· ἢ κἂν θέλῃς ἀληθεῦσαι οὐ πιστευθήσῃ.

454 κὴρ μερίς, κλῆρος, μοῖρα, τύχη.

455 ὅπως δὲ λήσεις ἀντὶ τοῦ τί μή· Ἀττικὴ δὲ ἡ φράσις.

[*](1 γίνεται L. — 4 ἅνθρωπος] ανοσ L. — 9 μὴ καὶ] καὶ μὴ L, correxi; ὡς μὴ Lasc. — 11 προστήτω | παραστήτω?  — 12 φιλονεικήσοι L, corr. Lasc. — 19 κακὴν μάθησιν κ. ἑ.] ζη in marg. L. — 25] v. 454 adscriptum in L, corr. Lasc. τί μὴ] non expedio; an οὐ μή? )
305

458 λυπηθήσομαι εἰ μὴ εἴπῃς καὶ παῤ ἐμοῦ προσδόκα βλαβήσεσθαι.

460 ἀνὴρ εἷς: τινὲς ἀνάνδρους παρθένους ὡς [*](Fol. 70a) Μήδαν τὴν Φύλαντος, Αὔγην τὴν Ἀλεοῦ, Μεγάραν τὴν Κρέοντος, τὰς Θεσπίου θυγατέρας, Ἀστυδάμειαν τὴν Ἀμύντορος.

462 ἥδε τʼ οὐδʼ ἂν εἰ κάρτα: οὐδὲ ἡ Ἰόλη ὀνειδισθήσεται οὐδʼ εἰ μεγάλως αὐτῆς ἐρᾷ ὁ Ἡρακλῆς.

463 ἐντακείη τῷ φιλεῖν αὐτὴν ὁ Ἡρακλῆς.

467 ἀλλὰ ταῦτα μὲν ῥείτω κατʼ οὖρον: ὁ περὶ τούτων λόγος ἐρρίφθω, φησίν, εἰς τὸν ἀέρα.

468 σοὶ δʼ ἐγὼ φράζω κ. ἑ. οὐκ ἐρῶ γὰρ τῷ Ἡρακλεῖ.

470 πείθου λεγούσῃ χρηστά: πείσθητι, φησίν· ὁρᾷς γὰρ ὅτι φιλανθρώπως ὁμιλεῖ.

473 ἀγνώμονα ἀσύνετον.

475 ὥσπερ οὗτος ἐννέπει: ὁ ἐν τῷ λειμῶνι ἀκηκοὼς καὶ ἀπαγγείλας τῇ Δηιανείρᾳ.

480 οὔτʼ εἶπε κρύπτειν. τὸ ἑξῆς, καὶ ταῦτα οὔτʼ εἶπε κρύπτειν· τὰ περὶ τοῦ ἔρωτος, φησί, τῆς Ἰόλης οὔτε κρύπτειν μοι ὁ Ἡρακλῆς εἶπεν οὔτε μὴν ὁμολογεῖν.

486 εἴ τι τήνδʼ ἁμαρτίαν νέμεις: καλῶς διὰ τῆς λέξεως συγγνώμην ἑαυτῷ προξενεῖται.

484 ἐπεί γε μὲν δὴ πάντʼ ἐπίστασαι: ἐπεὶ τοίνυν πάντα λόγον ἐπίστασαι λέγω τι καὶ ἕτερον ὅπερ ὁμοίως κεχαρισμένον σοί τε καὶ τῷ Ἡρακλεῖ γενήσεται.

490 ὥσπερ προείρηκα ταῦτα ποιήσω.

[*](1 legitur in L post φράσις in schol. v. 455, separavi. — 3 ἀνάνδρους] sc. ἀνήρεις. — 4 et 5] Ἁλέου et Θεστίου L, correxi ex Apollod. 2, 7, 8. — 26 λόγον] λοιπὸν L, corr. Br.)
306

491 κοὔτοι νόσον ἐπακτόν; τὴν θεομαχίαν· ἐπακτὸν δὲ ἐνταῦθα ἀντὶ αὐθαίρετον. τὴν θεομαχίαν· τὸ γὰρ πρὸς ἔρωτα φιλονεικεῖν θεομαχεῖν ἐστιν ἄντικρυς.

494 ἅ τʼ ἀντὶ δώρων δῶρα: ὅπως ἂν αὐτῷ παῤ ἡμῶν κομίσῃς ἀντίποινα καὶ σύμφωνα οἷς ἤγαγες· λέγει δὲ ἀντὶ τῶν αἰχμαλώτων.