Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

389 οὐκ ἀπὸ γνώμης ἀλλʼ ἀρεστά.

οὐκ ἄνευ συνέσεως· ἢ τοῦτο κἀμοὶ ἀρέσκει.

390 ἡμεῖς δὲ προσμένωμεν; κατʼ ἐρώτησιν.

392 αὐτόκλητος αὐτόματος.

394 ὡς ἕρποντος εἰσορᾷς ἐμοῦ ὁρᾷς γάρ με ἕρποντα καὶ σπεύδοντα πρὸς τὸν Ἡρακλέα.

ὡς τὸ

  • κατεάγη τῆς κεφαλῆς.
  • 396 κἀννεώσασθα ἀνακαινίσασθαι καὶ αὖθις ὁμιλῆσαι ἀκριβῶς ἐκ νέας· ἢ οὕτω, πρὶν ἡμῖν καινοτέρους ἀνακοινώσασθαι λόγους.

    [*](4 κεχωρισμένα L, corr. Lasc. εἷπον addidi. — 9 ἄρα] ἆρα L, correxi. — 15 τι] τοι l. — 16 λαθραῖα? — 25 Aristoph. Vesp. v. 1428.)
    303

    399 ἴστω ὁ μέγας Ζεὺς ὅτι περὶ ὧν οἶδα ἀκριβῶς σοι διηγήσομαι.

    401 ὧν δʼ ἔβλαστεν ἀντὶ ὑπὸ τίνος ἐτέχθη.

    402 χ.

    ὅτι πρὸς βασιλίδα· τὸ δὲ χ ὅτι τὸ ὧδε τοπικόν. ὡς εἰκὸς κάτω νένευκεν ὁ Λίχας· κατασχοῦσα οὖν αὐτὸν τῆς χειρός φησιν, ἀπόβλεψον εἰς ἐμέ· ὁ δὲ ἀνανεύσας ἔφη, πρὸς τίνα γὰρ νομίζεις με βλέπειν;

    404 καλῶς τὸ τόλμησον ὡς ἀποδειλιῶντος διὰ τὴν δεσπότιν.

    405 πρὸς τὴν κρατοῦσαν κ. ἐ. ταῦτα πρὸς τὸ πρὸς τίνʼ ἐννέπειν δοκεῖς;

    409 δίκαια ἀντὶ τοῦ ἀληθῆ.

    [*]( Fol. 69b)

    411 ἐς τήνδε δεικτικῶς.

    μὴ δίκαιος ὢν μὴ ἀληθεύων.

    412 τί ποτε ποικίλασʼ ἔχεις;: τί πεπανούργηκας κατʼ ἐμοῦ; τί ἐμηχανήσω ἢ ἐδολιώσω;

    414 ἦ ἀντὶ τοῦ ἤμην.

    κλύων σέθεν εἰκῇ ὁμιλούσης.

    415 ἱστορούμενος ἐρωτώμενος.

    416 καὶ γὰρ οὐ σιγηλὸς εἶ: ἀντὶ τοῦ σιγηλή· οὐ σιωπᾷς, φησί, πρὶν ἂν μάθῃς ὅ τι βούλει.

    ἀντὶ πολλὰ φλυαρήσεις εἰς ἡμᾶς.

    419 οὔκουν σὺ ταύτην: οὐ σύ, φησί, ταύτην ἣν προσποιῇ ἀγνοεῖν ἔλεγες εἶναι Ἰόλην; ἣν ὑπʼ ἀγνοίας ὁρᾷς ἣν ἀγνοεῖς.

    [*](8 βλέπειν] λέγειν Lasc. — 12] v. 402. — 14 nuntii verba v. 410 — 411 etiam in textu L male Deianirae tribuuntur. — 16 ποικίλασ᾿ pro ποικίλας etiam in textu L. — 17 ἐδολιεύσω Lasc. — 21 ἀντὶ τοῦ σιγηλὴ] nam v. 415 in textu L Deianirae est.)
    304

    425 ταὐτὸ δʼ οὐχὶ γίγνεται. οὐ ταὐτόν ἐστι δόκησις καὶ ἀληθὴς λόγος· θέλει δὲ εἰπεῖν ὅτι κἀγὼ ἤκουσα.

    434 ἅνθρωπος, ὧ δέσποιν᾿, ἀποστήτω περισσὴ ἡ ἀπό· ἢ γράφε παρστήτω, οἷον ὁ ἄνθρωπος στήτω παρελθὼν εἰς μέσον ὁ διελέγχων με.

    τὸ γὰρ | νοσοῦντι ληρεῖν: ἀντὶ φλυαρεῖν καὶ ἀδολεσχεῖν· νοσοῦντι δὲ ἀντὶ τοῦ νοσούσῃ ὑπὸ ζηλοτυπίας· ἀρσενικῶς δὲ εἶπεν ἢ καθόλου ὁ λόγος μὴ καὶ δόξῃ αὐτὴν διελέγχειν οὕτω· τὸ γὰρ μαινομένῳ συμφλυαρεῖν ἀνδρός ἐστιν οὐ σώφρονος· προστήτω οὖν, φησίν, ὁ ἄνθρωπος· οὐ γὰρ φιλονεικήσω πρὸς αὐτόν.

    441 εὐήθης γὰρ ὅστις προσδοκᾷ ἀντιπυκτεῦσαι τῷ ἔρωτι.