Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

344 σοὶ ταῖσδέ τʼ οὐδέν: ἀντὶ τοῦ οὐδὲν οὔτε πρὸς σὲ οὔτε πρὸς ταύτας ἀπόρρητον· τούτους δὲ ἢ τὰς αἰχμαλώτους καὶ τοὺς ἅμα δύντας ἄρσενας ἢ τοὺς περὶ τὸν Λίχαν.

347 φώνει δίκης ἐς ὀρθόν: ἀντὶ τοῦ ἐφώνει δικαίως καὶ μετὰ ἀληθείας.

ἀλλʼ ἢ νῦν κακὸς κ. ἑ. ἀντὶ τοῦ ἢ τὰ πρότερον ἢ τὰ νῦν ψεύδεται.

350 ἐξείρηκας ἐξεῖπες.

ἄγνοιά μ᾿ ἔχει ἀγνοῶ καὶ οὐ συνίημι.

352 τῆς κόρης ταύτης τῆς Ἰόλης.

353 θ᾿ ἕλοι ἑλὼν εἴη· εἰ δὲ ὑφ᾿ ἓν θέλοι ἄν.

354 τήν θ᾿ ὑψίπυργον Οἰχαλίαν: Ξερεκύδης φησὶν οὕτως, μετὰ δὲ τὸν ἀγῶνα Ἡρακλῆς ἀφικνεῖται πρὸς Εὔρυτον τὸν Μελανέως τοῦ Ἀρκεσιλάου εἰς τὴν Οἰχαλίαν [*](1 αὐτοῦ] Licha. — 6 ἔχω] ἐγὼ l, fort. ἔχω ἐγὼ ut in textu. — 14 τὰς] τοὺς L, corr. Br. — 15 τὸν] τὴν L, corr. l. — 23 ἑλὼν] ἕλων L, corr. Elmsl. — 24 Φερεκύδης] fragm. 34 ex libro III (C. Muell. I p. 80). — 26 Μέλανος L, corr. Br. ex Pausan. 4, 33.)

301
(ἔκειτο δὲ αὕτη ἐν Θούλῃ τῆς Ἀρκαδίας) καὶ ᾔτει τὴν θυγατέρα Ὕλλῳ γυναῖκα· τοῦ δὲ μὴ δόντος Ἡρακλῆς εἷλε τὴν Οἰχαλίαν καὶ τοὺς υἱοὺς ἔκτεινεν, Εὔρυτος δὲ ἔφυγεν εἰς Εὔβοιαν· Μενεκράτης δὲ οὕτως λέγει, Ἡρακλέα εἰς ἐπιθυμίαν Ἰόλης ἀφικέσθαι τῆς Εὐρύτου, τὸν δὲ μὴ θέλειν διδόναι· ἤρα τε γὰρ αὐτῆς καὶ μίγνυσθαι ἔμελλεν τῇ θυγατρὶ εἰ μὴ Ἀργεῖοι ἐξῆλθον εἰς τὴν Εὔβοιαν.

355 θέλξειεν πεπεικὼς εἴη.

αἰχμάσαι τάδε: καταπράξασθαι τῇ αἰχμῇ ὅ ἐστι διὰ πολέμου κατορθῶσαι.

358 ὃν νῦν παρώσας: τὸν ἔρωτα αὐτῆς ἀπωσάμενος τἀναντία εἶπεν ὁ Λίχας.

παρώσας παραπεμψάμενος.

360 κρύφιον ὡς ἔχῃ λέχος. λαθραῖόν σοι, μὴ εἰδυίας σοῦ· ἀλλʼ ἵνα ὡς παλλακίδα αὐτὴν λάβοι.

362 πατρίδα τῇ Οἰχαλίᾳ τῇ πατρίδι τῆς Ἰόλης.

[*]( Fol. 69a)

365 καὶ νῦν ὡς ὁρᾷς: ἀντὶ τοῦ ἐς ἀκούεις, ἥκει δὲ ἀντὶ τοῦ ἐλεύσεται· διὰ δὲ τούτων τὴν ταχεῖαν αὐτοῦ ἄφιξιν ἐπαγγέλλεται· οὐκ ἀφροντίστως δὲ ἀντὶ τοῦ οὐχ ὡς ἔτυχεν ἀλλὰ διὰ πολλῆς φροντίδος ἔχων αὐτὴν καὶ ἀγαπῶν.

367 μηδὲ προσδόκα τόδε: τὸ ἐν δούλης μέρει ἔχειν αὐτήν.

368 ἐντεθέρμανται ἐκκέκαυται.

372 ἀγορᾷ ἀθροίσματι.

[*](1 ἔκειτο] ᾠκεῖτο L, correxi. θουλη L, nomen corruptum, Θώμῃ (vel Ἰθώμῃ) Clavierius. — 4 Εὔρυτος] Ἴφιτος L, corr. C. Muell. (IV p. 638) ex Herodori fr. 33 (II p. 36) apud scholiastam Eurip. Hipp. v. 545. εἰς τὴν Εὔβοιαν l. Μενεκράτης] Muell. II p. 344. — 7 ἔμελλεν| ἤθελε l. — 9 εἴη] εἷεν L, corr. Br. — 15 σοι] σου?)
302

373 ὥστ᾿ ἐξελέγχειν ὥστε με καὶ μαρτύρων εὐπορεῖν εἰ ἀρνήσαιτο.

374 οὐχ ἥδομαι: λυποῦμαι μὲν οὐκ εἰπών σοι τὰ κεχαρισμένα ἀλλʼ ὅμως ἀληθείας ἐγγὺς εἶπον.

377 ἆῤ ἀνώνυμος πέφυκεν: ἆρα ἄσημος οὕτως ἐστὶ καὶ δυσγενὴς ὡς μηδὲ τὸ ὄνομα αὐτῆς γιγνώσκεσθαι;

379 ἦ καὶ τὰ λαμπρά: τινὲς τὸ τοῦ ἀγγέλου πρόσωπόν φασι· τὸ δὲ κατʼ ὄμμα καὶ φύσιν ἀντὶ τοῦ εὐπρεπὴς τὴν ὄψιν καὶ τὸ πᾶν σῶμα· ἀντὶ τοῦ ἄρα τῇ θέᾳ καὶ τὸ γένος ἐφάμιλλον.

382 βλάστας τοὺς γονεῖς ἀφʼ ὧν ἐβλάστησεν. δῆθεν: προσποιούμενος μηδένα ἠρωτηκέναι μηδὲ ἐγνωκέναι.

ἀντὶ τοῦ ὡς δή.

383 ὄλοιντο μή τι πάντες: ὄλοιντο μὴ πάντες ἄνθ ρωποι ἀλλʼ οἱ κακοὶ καὶ ὅσοι μηχανῶνται λάθρᾳ καὶ κακούργους λόγους ἑαυτοῖς συντιθέασιν.