Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

308 ἄνανδρος ἢ τεκνοῦσα; τέκνα ἔχουσα ὅπερ Καλλίμαχός φησι παιδοῦσα.

πρὸς μὲν γὰρ φύσιν: ὅσον μὲν γάρ ἐστιν ἐκ τῆς ἡλικίας καὶ φύσεως τοῦ σώματος στοχάζεσθαι ἄπειρος εἶ τῶν ἐκ τοῦ γάμου προσγινομένων ἔοικας δὲ ὅμως τις εἶναι εὐγενής.

313 ἀπὸ τῆς καταστάσεως τεκμαίρεται.

314 τί δʼ ἄν με καὶ κρίνοις; τί με καὶ μάτην ἀνακρίνεις; ἀγνοῶ γάρ.

[*](Fol. 68b)

315 γέννημα τῶν ἐκεῖθεν οὐκ ἐν ὑστάτοις: οὐκ ἐν ταῖς ἀπερριμμέναις καὶ εὐτελέσι τεταγμένη ἀλλὰ δῆλον ὅτι προὔχουσα ἐν εὐγενείᾳ.

317 οὐδʼ ἀνιστόρουν μακράν: ἐπολυπραγμόνουν, περιειργαζόμην· μακρὰν δὲ ἐπὶ πολύ· καλῶς δὲ ὁ [*](3 trag. adesp. fr. 383; ἀνδρός ἐστιν l. ἔμφρονος Tricl. — 6 αἰχμαλωτίσι L. — 13 et 14] τεκνοῦσσα et παιδοῦσσα multi post Brunckium; contradixit Schneiderus Callim. fr. 431. — 16 τοῦ σώματος] τῶν σωμάτων L, corr. Br. — 25 ἐπολυπραγμόνουν] πρ ex λρ.)

299
Λίχας διὰ τὸ ὕποπτον οὐδὲ τὸ γένος αὐτῆς ὡμολόγησεν εἰδέναι.

318 ξυνεμπόρων ξυναιχμαλωτίδων· ἔχεις δὲ ἀντὶ τοῦ ἔγνως.

319 ἤνυτον Ἀττικῶς· ἤνυον.

320 ἐκ σαυτῆς: ἀπὸ σαυτῆς καὶ μὴ ὡς ἀφʼ ἡμῶν ἀναγκαζομένη· συμφορὰ γάρ ἐστι τὸ μὴ γινώσκεσθαί σε ἥτις τυγχάνεις· τοῦτο δέ φησιν ὡς μέλλουσα αὐτῇ δεξιῶς χρήσασθαι εἰ γνοίη τὰ κατʼ αὐτήν.

322 οὔ τἄρα τῷ γε πρόσθεν: ἐὰν αἰδουμένη σε φθέγξηται κατʼ οὐδὲν ἄρα ἐξ ἴσου τῷ πρόσθεν χρόνῳ προκομίσειεν αὐτῆς τὴν γλῶτταν· τὸν γὰρ πρὸ τούτου χρόνον ἐσιώπα καὶ οὐδὲν πρὸς ἐμὲ τῶν καθʼ ἑαυτὴν ἐδημοσίευσεν οὔτε μικρὸν οὔτε μέγα παντελῶς.

ὡς οὐκ ἐλάλησε πρῴην οὐδὲ νῦν λαλήσει.

325 ὠδίνουσα καταπονουμένη.

326 δακρυρρόει ἐδάκρυεν.

327 διήνεμον ἔρημον, ὑψηλήν· Ὅμηρος ἠνεμόεσσάν φησι.

ἡ δέ τοι τύχη. αὐτὴ δὲ ἡ τύχη καθ᾿ ἣν σιωπᾷ ἐπιβλαβὴς μὲν αὐτῇ ἐστι καθʼ ὃ οὐ τυγχάνει τῆς παρὰ σοῦ δεξιότητος ὅμως συγγνώμην ἔχει.

329 δʼ οὖν ἐάσθω: μὴ ἀναγκαζέσθω λέγειν ἀλλὰ πραττέτω ὥσπερ αὐτῇ φίλον ἵνα μὴ δόξωμεν αὐτὴν λυπεῖν.

333 οἷ πρὸς τὸν Ἡρακλέα δηλονότι.

335 αὐτοῦ γε πρῶτον: ὁ προευαγγελισάμενος [*](10 οὔτʼ ἄρα (οὔ τʼ ἆρα in textu) L. — 18 ὑψηλὸν L, corr. Lasc. Ὅμηρος] Il. β 606, al. — 22 δεξιότητος] i. e. δεξιώσεως (Pausan. 7, 7, 5). — 27 ὁ προευαγγελισάμενος] v. 180 sqq.)

300
κατέχει αὐτὴν ἵνα εἴπῃ περὶ ὧν ἥκουσεν παῤ αὐτοῦ ἐν τῷ προαστείῳ λέγοντος.

336 οὕστινας ἄγεις: ἄγεις ἀντὶ τοῦ ἔπεμψας· ἦσαν δὲ καὶ ἄρσενες μετὰ τῶν αἰχμαλώτων.

337 ὧν τʼ οὐδὲν εἰσήκουσας: περὶ τούτων γὰρ πάντων προσήκει σε μαθεῖν· τούτων γὰρ ἔχω τὴν γνῶσιν.

339 τοῦ με τήνδʼ ἐφίστασαι βάσιν;: τίνος ἕνεκεν τὴν πορείαν καὶ τὴν εἴσοδον ἱστᾷς καὶ κωλύεις;

341 μάτην ψευδῶς.

342 ἐκείνους τὸν Λίχαν καὶ τὰς αἰχμαλώτους.