Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

230 κατʼ ἔργου κτῆσιν: κατὰ τὴν τοῦ ἔργου πρᾶξιν τουτέστιν ἀξίως τῆς Ἡρακλέους ἀρετῆς προσφωνούμεθα ἀντὶ οἵων ἔδει τυχεῖν προσφωνημάτων τοὺς τὰ τοιαῦτα κατειργασμένους ἐτύχομεν.

[*](1 τιμᾶται, ται in rasura L, corr. Lasc. — 2 σπαρεῖσαν] Ἄρτεμιν addit Br. — 5 et 7] inverso ordine sed adscriptis literis α΄ et β΄ habet L. — 8 μελύδριον Br.; cf. Bachm. Anecd. Gr. I, 77, 19. — 12 ψυχῆς] φρενὸς l. — 16 εὑοἱ (nt in textu) L. — 21 ἢ serius additum.)
294

ἀντὶ κατὰ τὴν ἀπαγγελίαν.

236 πατρῴας ἀντὶ τοῦ Ἑλλάδος· Ἀργεῖος γὰρ ὁ Ηρακλῆς.

237 ὁρίζεται κατασκευάζει, ἵστησιν.

238 τέλη τʼ ἔγκαρπα: τέλη θυσίας, ἔγκαρπα δὲ τὰ θυμιάματα ἀπὸ ἀνθῶν ἢ καρπῶν.

Κηναίῳ Διί: Κήναιον Εὐβοίας ἀκρωτήριον ἀπὸ Κηναίου τοῦ Ἐλεφόρου.

239 εὐκταῖα φαίνων ἢ ᾿πὸ μαντείας: πότερον αὐτὸς εὐξάμενος καὶ ὑποσχόμενος ἐπὶ τῇ νίκῃ τοῦτο ποιεῖν ἢ ἀπὸ μαντείας θεοῦ τινος κελεύσαντος;

240 εὐχαῖς ὅθʼ ᾕρει: κατʼ εὐχάς φησιν αὐτοῦ τελεῖσθαι τὰς θυσίας· ὅτε γὰρ ἐκράτησεν Οἰχαλίας εὐχαριστήριον τὰς θυσίας προσήγαγεν.

242 τοῦ ποτʼ εἰσὶ ἀντὶ τίνος εἰσὶ δεσπότου;

243 οἰκτραὶ γὰρ εἰ μὴ ξυμφοραί: δυσγενεῖς γὰρ δοκοῦσιν εἶναι εἰ μὴ ἄρα με σφάλλουσιν αἱ κατʼ αὐτὰς συμφοραὶ τουτέστιν εἰ μὴ ἄρα διὰ τὴν τύχην ὑπεδύσαντο οἶκτον.

244 ταύτας ἐκεῖνος: ἵνα τὰς μὲν αὐτὸς ἔχῃ τὰς δʼ ἀνιερώσῃ τοῖς θεοῖς.

246 ἦ κἀπὶ ταύτῃ τῇ πόλει: ἆῤ οὖν τὸν πολὺν τοῦτον καὶ ἀνάριθμον χρόνον τῶν ἡμερῶν ἐν τῇ Οἰχαλίᾳ διέτριψεν; ἄσκοπον δὲ πολύν, ὃν οὐκ ἄν τις ἐπιλογίσαιτο καὶ καταμάθοι διὰ τὸν χρόνον.

247 ἀνήριθμον ἀντὶ ἀναρίθμητον.

250 ἐμποληθεὶς πραθείς.

τοῦ λόγου δʼ οὐ χρὴ φθόνον: μέμψιν· οὐ χρή, [*](8 Ἐλεφόρου] corruptum. — 12 κατʼ εὐχὰς] κατευχαῖς L, corr. l. — 14 εὐχαριστηρίους Lasc. — 16 δυσγενεῖς] δυστυχεῖς Herm. — 21 ἀφιερώσῃ? — 25 καὶ] serius additum.)

295
φησί, μέμφεσθαι οἷς ἂν πράξῃ ὁ Ζεύς· ἰδίῳ γὰρ λογισμῷ πάντα πράττει ὡς θέλει· ἢ οὕτως, οὐ χρὴ ἀηδῶς ἀκούειν τὸν λόγον ὅ ἐστιν ἐξευτελίζειν καὶ ψέγειν· ἢ οὐ χρὴ παραιτεῖσθαι λέγειν τὰ παρὰ Διὸς γινόμενα κἂν ᾖ χαλεπά.

253 ἐνιαυτὸν ὁ Ἡρόδωρος γ΄ ἔτη λέγει.

254 ἐδήχθη ἐλυπήθη.

256 τὸν ἀγχιστῆρα τοῦδε τοῦ πάθους: τὸν αἴτιον καὶ σχεδὸν αὐτὸν ποιήσαντα τοῦ πάθους, λέγει δὲ τὸν Εὔρυτον.

257 πλεονάζει τὸ ἔτι.

258 ἡλίωσε τοὔπος ἐματαίωσεν, μάταιον εἶπεν τὸ ἔπος.

ἀλλ᾿ ὅθʼ ἁγνὸς ἦν: ὅτε ἥγνισεν ἑαυτὸν ἀπὸ τοῦ φόνου ὅ ἐστιν ὅτε ἐπλήρωσε τὴν ὑπὲρ τοῦ φόνου δουλείαν.

259 ἐπακτὸν συμμαχικόν, οὐκ ἴδιον.

πόλιν τὴν Εὐρυτείαν τὴν Οἰχαλίαν.

263 ξένον: φίλον.

264 ἐπερρόθησε: σφοδρῶς ὕβρισεν· ἢ εἰς τὴν παιδοκτονίαν τῶν ἀπὸ Μεγάρας τέκνων ἢ ὅτι πολλαῖς πρῴην ὡμίλησεν γυναιξὶν ὡς Ἀπολλόδωρος.

ἀτηρᾷ φρενὶ ἀπηνεῖ καὶ σκληρᾷ γνώμῃ.