Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

265 λέγων χεροῖν μέν: λέγων αὐτὸν ἡττᾶσθαι τῶν αὐτοῦ τέκνων εἰ καὶ ἄφυκτα βέλη ἔχει.

266 τῶν ὧν τέκνων λίποιτο: τοῦτο ἰδίως· οὐ γὰρ ἠλαζονεύσατο μόνον περὶ τῶν παίδων ἑαυτοῦ ἀλλὰ [*](6 Ἡρόδοτος L, corr. Valckenarius; τοῦ καθʼ Ἡρακλέα λόγου libr. Χ fr. 26 (C. Muelleri II p. 35). — 14 ἥγνισεν] ἥγνκεν (K ═ IC) L, corr. A. ἑαυτὸν add. A. — 19 ξένον φίλον ad ἐφέστιον v. 262 adscriptum in L, correxi. — 20 ἐπερρόθησεν L. — 22 Ἀπολλόδωρος] 2, 7, 8.)

296
καὶ δῶρον τοξείας προθεὶς τὴν Ἰόλην νικήσαντι Ἡρακλεῖ οὐκ ἠγγύησεν· διαφωνεῖται δὲ ὁ τῶν Εὐρυτιδῶν ἀριθμός· Ἡσίοδος μὲν γὰρ δ΄ φησιν ἐξ Εὐρύτου καὶ Ἀντιόχης παῖδας οὕτως
  • ἡ δʼ ὑποκυσαμένη καλλίζωνος Στρατονίκη
  • Εὔρυτον ἐν μεγάροισιν ἐγείνατο φίλτατον υἱόν·
  • τοῦ δ᾿ υἱεῖς ἐγένοντο Δηίων τε Κλυτίος τε
  • Τοξεύς τʼ ἀντίθεος ἠδʼ Ἴφιτος ὄζος Ἄρηος·
  • τοὺς δὲ μέθ᾿ ὁπλοτάτην τέκετο ξανθὴν Ἰόλειαν
  • Ἀντιόχη κρείουσα παλαιὸν γένος Ναυβολίδαο
  • Κρεώφυλος δὲ β΄, Ἀριστοκράτης δὲ γ΄, Τοξέα, Κλυτίον, Δηίονα.

    [*](Fol. 68a)

    267 ὡς ἐλευθέρου λείπει ἡ ὑπό, ὡς ὑπὸ ἐλευθέρου ἀνδρὸς ὑβρίζοιτο, λέγει δὲ τοῦ Εὐρυσθέως.

    269 ἔρριψεν ἐκτὸς αὐτὸν τῆς οἰκίας αὐτὸν ἀπεώσατο. ὧν ἔχων χόλον: ὑπὲρ δὴ τούτων ὀργιζόμενος Ἡρακλῆς ἐφόνευσε τὸν Ἴφιτον εἰς τὸ τῆς Τιρυνθίας ὄρος παραγεγονότα διὰ τὴν τῶν ἵππων ἀναζήτησιν.

    272 τότʼ ἄλλοσ᾿ αὐτὸν ὄμμα: ἀλλαχόσε τὸν νοῦν ἔχοντα καὶ οὐδὲν δεινὸν πείσεσθαι προσδοκῶντα ἀπὸ τοῦ ὄρους ἐδίσκευσεν.

    [*](2 οὐκ ἠγγύησεν] Apolodor. 2, 6, 1. Εὐρυτιδῶν χρόν (deletum) ἀριθμὸς L. — 5 Kinkel. fr. 130. ὑποκυσσαμένη L, corr. Dind. — 7 γένοντο L, corr. l. Ιδηήων L, Ι eraso et ή in ί mutato; Μολίων Herm. ex Diodor. 4, 37. τε add. Triclinius. — 9 ὀκλότάτη L. — 10 κρείουσα Πύλωνος Ναυβολίδαο ex Hygin. fab. 14 Bentleius, κρείουσα . . . . . . (excidit patris nomen) . . . παλαιοῦ Ναυβολίδαο coll. Homericο παλαιοῦ Δαρδανίδαο Il. λ 166 Hermann. — 11 Κρεόφυλος L, corr. Br. Kinkel. fr. 3. Ἀριστοκράτης] fr. 6 (C. Muell. IV p. 333). — 12 Ληιόνα L, corr. l. — 20 καὶ οὐ δεινὸν L, καὶ οὐδὲν l, corr. Br.)
    297

    τότʼ τὸ τηνικαῦτα.

    273 πυργώδους πλακὸς ὑψηλοῦ ὅρους.

    274 ἔργου τοῦ φόνου.

    276 οὐδʼ ἠνέσχετο: οὐχ ὑπήνεγκεν αὐτοῦ τὴν μιαιφονίαν ὅτι τὰς ἄλλας αὐτοῦ σεμνὰς πράξεις διὰ ταύτης κατῄσχυνεν.

    280 ὕβριν γὰρ οὐ στέργουσιν: τὴν ἀδικίαν· οἷον οὐδʼ αὐτὸ τὸ θεῖον ὑβριζόμενον καρτερεῖ ὁ λίαν ἐστὶν ἀνεκτότατον.

    281 κεῖνοι δʼ ὑπερχλίοντες: οἱ παῖδες τοῦ Εὐρύτου ὑπερηφάνως λοιδορησάμενοι τῷ Ἡρακλεῖ ἀνῃρέθησαν ὑπερεντρυφήσαντες τῇ καθ᾿ Ἡρακλέους λοιδορίᾳ.

    284 ἄζηλον: κακοδαίμονα, ὃν οὐκ ἄν τις ζηλώσειεν· Ὅμηρος

  • ἀμέγαρτε συβῶτα.
  • 286 ἐφεῖτʼ| ἐνετείλατο.

    πιστὸς ὢν κείνῳ ὡς προσετάγην.

    287 αὐτὸν δʼ ἐκεῖνον: τὸ ἑξῆς, αὐτὸν φρόνει ἥξοντα τουτέστι προσδόκα ὅταν διὰ τῆς θυσίας καθάρῃ αὐτὸν ἀπὸ τοῦ φόνου.

    289 τοῦτο τὸ ἥξειν ἐκεῖνον.

    291 νῦν σοι τέρψις. ἀντὶ ἐν τούτῳ τῷ χρόνῳ καθʼ ὃν ἀπαγγέλλω τὰ χρηστά· ἢ κατὰ τοῦτον τὸν τρόπον.

    294 πανδίκῳ φρενὶ ἀντὶ μετὰ πάσης δικαιοσύνης.

    [*](1 ad θῃτέρᾳ adscriptum in L ad τότε retulit Elmsl. — 9 ἀνεκτικώτατον Br. — 12 ὑπερεντρυφήσαν, τ α m. rec., L. — 15 Od. ρ 219, al. — 21 edebatur: λόγου] τοῦ ἥξειν ἐκεῖνον; emendationem, quam feceram Beitr. p. 69, confirmavit ipse L. — 23 ἀπαγγέλλει Lasc.)
    298

    296 ὅμως δʼ ἔνεστι: γνωμολογεῖ ὁρῶσα τὰς αἰχμαλώτους·

  • καὶ τοῦτο τοὖπός ἐστιν ἀνδρὸς εὔφρονος,
  • ὅταν καλῶς πράσσῃ τις ἐλπίζειν κακά.
  • 303 ὦ Ζεῦ τροπαῖε: ἀποτρεπτικέ, ἀλεξίκακε· ἱκετεύει δὲ μὴ παθεῖν παραπλήσια ταῖς αἰχμαλώτισι τὰ τέκνα αὑτῆς.

    304 πρὸς τοὐμὸν οὕτω σπέρμα ἀντὶ κατὰ τῶν ἐμῶν παίδων.

    305 μηδʼ εἴ τι δράσεις: δεικτικῶς ἀντὶ τοῦ ἐμοῦ· ὁ δὲ νοῦς, εἰ καὶ μέλλεις τι δρᾶν κατὰ τῶν ἐμῶν παίδων τοῦτο ἐμοῦ ζώσης ἀναβαλοῦ.