Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

192 αὐτὸς δὲ πῶς ἄπεστιν: εἰ εὐτυχεῖ ὁ Ἡρακλῆς πῶς ἄπεστιν ὁ Λίχας καὶ οὐκ ἦλθε ταχέως ἀπαγγέλλων;

193 οὐκ εὐμαρείᾳ χρώμενος. οὐ ῥᾳστώνῃ, οὐ καταφρονήσει σοῦ ἄπεστιν ἀλλὰ κρινόμενος ὑπὸ τῶν πολιτῶν· τὸ. δὲ οὐ πολλῇ ἀντὶ τοῦ οὐδὲ ὀλίγῃ· τινὲς δὲ οὕτως, οὐκ εὐχερείᾳ ἀντὶ τοῦ οὐκ ἔστιν αὐτῷ εὐχερὲς παραγενέσθαι.

194 Μηὺς ἅπας λεώς: Μηλιεῖς ἔθνος Θετταλικὸν πλησίον Τραχῖνος· Μηλία δὲ ἡ πόλις καλεῖται.

196 τὸ γὰρ ποθοῦν τὸ ποθούμενον.

197 μεθεῖτο ἀπολύσειεν.

[*](8 Il. ε 255. — 11 λήιον] Il. β 147, al. — 12 θερομένῳ] καθαιρομένῳ L, correxi. — 25 Μηλία] ,,fictum nomen urbis ab scholiasta“ Dind.; cf. schol. Phil. v. 4.)
292

198 οὐχ ἑκών, ἑκοῦσι δέ: τοῖς Μηλιεῦσιν αὐτός, ὁ Λίχας, σύνεστιν οὐχ ἑκών· βούλεται γὰρ αὐτὸς αὐτῶν ἀποστὰς ἐλθεῖν πρὸς σέ.

200 ὦ Ζεῦ, τὸν Οἴτης ἄτομον: τὸν ἀπόρθητον· συμβαλόντες γὰρ οἱ δυσμενεῖς δῃοῦσι τὰ χωρία· ἄμεινον δὲ τὸν ἀφιερωμένον θεοῖς καὶ ἀγεώργητον, ὃν οὐδὲ βοτὰ καταβόσκεται· τὰ δὲ τοιαῦτα χωρία ὀργάδας ἐκάλουν.

202 φωνήσατ᾿, ὧ γυναῖκες; ἀντὶ ὀλολύξατε καὶ βοήσατε χάριν ὁμολογοῦσαι τοῖς θεοῖς.

203 ὡς ἄελπτον ὄμμ’ ἐμοὶ | φήμης. ὄμμα φήμης φησὶν αὐτὸν τὸν φανερῶς ἀπαγγείλαντα ἢ τὸ ἀπὸ τῆς φήμης φῶς· ἀνασχὸν δὲ ἀναφανέν, ἀνατεῖλαν ἐκ μεταφορᾶς τοῦ ἡλίου.

206 ἐφεστίοις ἀλαλαῖς: ταῖς ἐπὶ τῶν θυσιῶν εὐχαῖς ἀντὶ ὁ πᾶς οἶκος Ἡρακλέους θυσίας καὶ εὐχὰς ποιείτω.

207 ὁ μελλόνυμφος: εἴτέ τις μελλόνυμφός ἐστιν εἴτε γεγαμηκὼς ἡκέτω· κοινὴ γὰρ πάντων ἐστὶν εὐχή· ἡκέτω δὲ πᾶσα κλαγγὴ ἀρσένων τε καὶ θηλειῶν, κοινὴν εὐχὴν ποιησάτω.

τὸ κοινὸς Ἀττικόν ἐστιν ὡς

  • κλυτὸς Ἱπποδάμεια.
  • 209 προστάταν σωτῆρα.

    211 ἀνάγετʼ, παρθένοι: ἀνυμνεῖτε πάντες καὶ πᾶσαι τὸν σωτῆρα καὶ παιᾶνα Ἀπόλλωνα.

    ἀνυμνεῖτε.

    [*](2 αὐτὸς om. l. — 8 ἐκάλουν] Eur. Rhes. v. 282, al. — 13 ἀνασχὼν (ἀνασχών in textu) L. — 15 ἀλαλαῖς (pro ἀλαλαγαῖς) etiam in textu L. — 18 εἴτέ τις] εἴ τις L, corr. A. — 21 ποιησάτωσαν? — 23 Il. β 742.)
    293

    212 βοᾶτε τὰν ὁμόσπορον: ἀνυμνεῖτε καὶ τιμᾶτε τὴν ἅμα τῷ Ἀπόλλωνι σπαρεῖσαν, τὴν ἐν Ὀρτυγίᾳ τιμωμένην· νύμφας δέ φησι τὰς Ὀρεστιάδας παρόσον ἐν τοῖς ὄρεσι διατρίβει ἡ Ἄρτεμις.

    214 ἀμφίπυρον: παρόσον ἀμφοτέραις ταῖς χερσὶ δᾳδουχεῖ ἡ αὐτὴ οὖσα τῇ Ἑκάτῃ.

    216 ἀείρομαι οὐδʼ ἀπώσομαι: μετεωρίζομαι ἐν τῷ χορεύειν εἰς τὸν ἀέρα καὶ ἄνω αἴρομαι· τὸ γὰρ μελιδάριον οὐκ ἔστι στάσιμον ἀλλʼ ὑπὸ τῆς ἡδονῆς ὀρχοῦνται.

    217 τὸν αὐλόν, ὧ τύραννε: αὐλὲ ἢ ὦ Ἡράκλεις ἢ Διόνυσε. ἄλλως: ὦ αὐλέ, τῆς ἐμῆς ψυχῆς τύραννε· ἐρεθίζει γὰρ ὁ αὐλὸς τὰς παρθένους πρὸς τὴν χορείαν· ἀντὶ τοῦ κρατῶν τῆς ἐμῆς φρενός· ἐν δὲ τῷ ταῦτα λέγειν ὀρχοῦνται ὑπὸ χαρᾶς.

    218 ἰδοό μ᾿ ἀναταράσσει εὐοῖ μ᾿: εἰς Βακχικὴν ἅμιλλαν τουτέστι χορείαν παρορμᾷ με ὁ κισσός· τὸ δὲ ὑποστρέφων ἀντὶ τοῦ ἀπὸ λύπης εἰς ἡδονὴν μετάγων ἢ ὑποβάλλων.

    223 ἀντίπρῳρα. ἐναντία, ἀντικείμενα τοῖς προτέροις [*](Fol. 67b) κακοῖς, ἀγαθά· ἢ ἀντιπρόσωπα, ὑπʼ ὄψιν ὁρώμενα· ὑποδεικνύουσι δὲ τὸν Λίχαν ἐρχόμενον.

    228 χαρτὸν ἄξιον χαρᾶς.