Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

993 οἷον οὐδὲ τὴν ἀρχὴν τῆς σῆς κατωλιγώρουν μαντείας.

997 τὸ σὸν — στόμα ἀντὶ τὸν σὸν λόγον.

Θᾶκος, τόπος οὕτω καλούμενος.

1000 λιμήν. ὅρμος καὶ ἕδρα ὅπου πάντα τὰ ὄρνεα προσέρχονται.

1001 κακῷ ἐπὶ κακῷ.

1002 βεβαρβαρωμένῳ: ἑρμηνευθῆναι μὴ δυναμένῳ ἀλλὰ ἀσαφεῖ.

1003 χηλαῖσιν τοῖς ὄνυξι.

φοναῖς ταῖς αἱμακτικαῖς.

1005 ἀντὶ τοῦ ἀπεπειρώμην τῆς διὰ πυρὸς μαντείας.

1008 μυδῶσα δίυγρος οὖσα ἡ καῦσις· κηκὶς δὲ [*](3 Il. κ 437. — 12 καὶ νῦν] cf. schol. v. 940. — 19 ,,Vanum commentum sholiastae“ Dind.; cf. schol. Eurip. Phoen. v. 840.)

266
ἡ ἀνώδοσις ἐνταῦθα, κυρίως δὲ ἡ λιγνὺς τοῦ καπνοῦ ἢ ἡ ἀπὸ τῶν καιομένων γινομένη.

1009 τύφειν ἐστὶ τὸ ἡρέμα ὑποσμύχειν· ἀνέπτυε δὲ ἀνέβαλλε τὰ μηρία ἐκ τοῦ λίπους.

κἀνέπτυε ἀνέβαλλεν.

1010 καταρρυεῖς. καταρρεόμενοι, καθυγραινόμενοι ἐκ τοῦ λίπους τῆς καλυπτούσης αὐτοὺς πιμελῆς ἐξέπιπτον.

1012 παιδὸς τοῦδʼ τοῦ ὁδηγοῦντος.

1013 φθίνοντʼ ἢ φθοροποιὰ ἢ διὰ τοῦ πυρὸς ἀσήμως φθειρόμενα.

1016 ἐσχάραι: αἱ ἑστίαι.

παντελεῖς: αἱ τὰ τέλεια τῶν ἱερείων δεχόμεναι ἢ ὅλαι ἢ διʼ ὧν πάντα τελειοῦται.

1017 ἀντὶ τοῦ οἱ κύνες καὶ οἱ ὄρνιθες διασπάσαντες τὸ τοῦ Πολυνείκους σῶμα ἐπὶ τοὺς βωμοὺς ἐκόμισαν καὶ οὕτως ἐμόλυναν ἅπαντας.

1019 θυστάδας λιτὰς τὰς διὰ θυσιῶν γινομένας λιτάς.

1021 ἀπορροιβδεῖ ἀπηχεῖ, ἀφίησιν.

1022 βεβρῶτες ἀπὸ τοῦ ἑνικοῦ ἐπὶ τὸ πληθυντικὸν μετέβη.

1023 γνωμολογία.

1027 ἀκεῖται ἰᾶται, θεραπεύει.

ἀκίνητος ἀμετάθετος.

1028 διὰ τὴν αὐθάδειαν εἰς σκαιότητα πίπτουσιν οἱ ἄνθρωποι.