Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1030 καὶ Ὅμηρος

κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων.

[*](1 λιγνὺς] sumtum ex v. 1128; cf. schol. Trach. v. 796. — 2 ἢ del. Br. — 5 ἀνέβαλεν L, correxi. — 16 ἐμόλυνεν L, corr. Lasc. — 26 οἱ] serius additum. — 28 Il. ω 54.)
267

1033 ἀποπειρᾶσθέ μου ὡς τοξόται σκοποῦ.

1034 ἀνδρὸς τοῦδε ἀντὶ ἐμοῦ.

1035 ὑμῖν ὑφʼ ὑμῶν τῶν μάντεων καὶ τῶν [*](Fol. 61 a) συγγενῶν.

1036 ἐξημπόλημαι: πεπραγμάτευμαι, ἀνεμπόλητος μὴ πεπραγματευμένος· καὶ Ὅμηρος

  • οἵ τε πρηκτῆρες ἔασιν·
  • ἢ πέπραμαι.
  • κἀμπεφόρτισμαι: προδέδομαι, φόρτος γεγένημαι·
  • ἐποιήσαντό με φόρτον
  • Καλλίμαχος.

    1037 τὸν πρὸς Σάρδεων ἤλεκτρον: Σάρδεις πόλις Λυδίας παρακειμένη τῷ χρυσοφόρῳ Πακτωλῷ· ἀντὶ τοῦ εἴ τι βούλεσθε εἰς χρήματα νεῦον δέχεσθε· τὸν γὰρ Πολυνείκη οὐ θάψετε.

    1044 ἀμίαντον γὰρ τὸ θεῖον.

    1049 ποῖον τοῦτο πάγκοινον: τῷ βίῳ κοινόν, ἐπεὶ εἶπεν ἆῤ οἶδεν ἀνθρώπων τις καὶ καθόλου ἔλαβεν. πᾶσι κοινὸν καὶ φανερόν.

    1052 τῆς νόσου τῆς ἀβουλίας.

    1057 οἶδας, φησί, βασιλέας ὑβρίζων;

    1060 τὰ ἄρρητά με δημοσιεύειν ἀνακινεῖς.

    1062 οὕτω νομίζεις, ὅτι ἐπὶ κέρδεσι λέγω;

    1063 ἐμπολήσων ἐξαπατήσων.

    1064 μὴ πολλοὺς ἡλίου δρόμους τελέσων ὅ ἐστιν ἡμέρας· ἁμιλλητῆρας δὲ τοὺς ἀλλήλους διαδεχομένους, [*](5 πεπραγμάτευμαι] ex scholio sequente (ante προδέδομαι) huc retraxit Br. — 7 0d. θ 162. — 10 fragm. 529. — 12 προσάρδεων (ut in textu) L. σάροις L, correxi.)

    268
    τροχοὺς δὲ ἀντὶ τοῦ κύκλους, δρόμους, τελῶν δὲ ἀντὶ τοῦ τελέσων· ἴσθι, φησίν, οὐ πολλοὺς δρόμους ἡλίου τελέσων.

    1068 ἔχεις — βαλών: ἀντὶ τοῦ ἔβαλες.

    1069 ψυχὴν τὴν τῆς Ἀντιγόνης.

    1071 ἀνόσιὁν μὴ τυχόντα τῶν ὁσίων νῦν.

    1072 ὧν οὔτε σοὶ μέτεστιν κ. ἑ. ἐξουσία δέδοται, λέγει δὲ τῶν νεκρῶν· ἐκ σοῦ δὲ βιάζονται καὶ οἱ ἄνω θεοὶ ἔχειν αὐτὸν ἄνω ἄταφον.

    1074 ὑστεροφθόροι αἱ ὕστερον μέλλουσαι βλάψαι· καὶ τὸ λοχῶσι γὰρ τὴν οὐ παραχρῆμα ἀλλὰ τὴν ἐς ὕστερον ἀψοφητὶ τιμωρίαν δηλοῖ· τὸ ἀρσενικὸν δὲ ἀντὶ τοῦ θηλυκοῦ ἔταξεν ὡς καὶ τὸ

  • σωτῆρι τύχῃ.
  • 1077 κατηργυρωμένος ἀργύρῳ πεισθείς.