Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

964 εὔιόν τε πῦρ τὸ ὑπὸ τῶν Βακχῶν αἰρόμενον ἐν ταῖς Διονυσιακαῖς δᾳδουχίαις.

965 φιλαύλους τʼ ἠρέθιζε Μούσας: κακολογῶν αὐτὰς ἠρέθιζεν κατʼ αὐτοῦ· λέγει οὖν, ἐτάρασσε καὶ ἐσκόρπιζε τὰς τῶν αὐλῶν ᾠδάς· ἢ οὕτως, τὰς Μούσας τὰς περὶ τὸν Διόνυσον ἐχλεύαζεν τουτέστι τοὺς ὕμνους ἢ τοὺς λόγους· τινὲς δέ φασιν ὅτι καὶ τὰς Μούσας ὕβρισεν.

966 παρὰ δὲ κυανέων πελάγεων: ἀντὶ τοῦ παρὰ δὲ τοῖς κυανέοις πελάγεσι τῆς διδύμης θαλάττης γέγονεν ἐμφύλια κακὰ περὶ τοὺς Φινείδας· κυανέοις δὲ πελάγεσιν εἶπεν τοῖς ὑπὸ τῶν Κυανέων πετρῶν περιεχομένοις· διδύμας δὲ ἁλὸς ἢ διὰ τὸ διαχωρίζεσθαι ὑπʼ αὐτῶν τὴν θάλασσαν ἢ διὰ τὸ συνιέναι αὐτὰς καὶ ἑνοῦσθαι διδύμους αὐτάς φησιν.

[*](τᾶς] τάς, ut in textu pr., L. — 10 ἐν addidi. μανίαις] μανιας L, μανίαις — γλώσσαις in textu. — 14 ἠρέθιζε] ἠρέθιζεν L, — 15 κατʼ αὐτοῦ] καθʼ αὑτοῦ Dind.)
263

968 ἀκταὶ Βοσπόριαι αἱ ὑπὸ τοῦ βοσπόρου τοῦ πελάγους περιεχόμεναι.

969 ἠδʼ ὁ Θρῃκῶν Σαλμυδησσός: ὁ Θρᾳκικὸς Σαλμυδησσός· πέλαγος δέ ἐστι δυσχείμερον περὶ Θρᾴκην· Ἀἰσχύλος

  • Σαλμυδησσία γνάθος
  • ἐχθρόξενος ναύτῃσι μητρυιὰ νεῶν.
  • 970 ἵν᾿ ὅν.

    ἵνʼ ἀγχίπολις Ἄρης: παρὰ γὰρ Θρᾳξὶ τιμᾶται ὁ Ἄρης ὡς καὶ ὁ ποιητὴς τὼ μὲν ἄῤ ἐκ Θρῄκης Ἐφύρους μέτα θωρήσσεσθον· τὸ δὲ ἵνα τοῖς ἄνω συνάπτεται, ἵνα ἀκταὶ Βοσπόριαι καὶ οὐδὲν λείπει· ὅσοι δὲ γράφουσιν ὃν Ἄρης περιττὸν λαμβάνουσι τὸ ὄνομα.

    971 δισσοῖσι Φινείδαις: τῶν δισσῶν Φινειδῶν, Πληξίππου καὶ Πανδίονος ἢ Τηρύμβα καὶ Ἀσπόνδου.

    973 τὸ ἐξῆς, τυφλωθὲν ὀμμάτων κύκλοις.

    974 ἀλαστόροισιν; τοῖς ἄλαστα πεπονθόσιν ἢ τοῖς δυστυχέσι κύκλοις τῶν ὀμμάτων.

    975 ἀραχθὲν ἀντὶ τοῦ τυφλωθέν. ἀραχθὲν ἐγχέων: ἀραχθὲν αἱματηραῖς χείρεσσιν ὑπʼ ἐγχέων καὶ κερκίδων ἀκμαῖς τουτέστι γυναικείαις.

    976 ἀκμαῖσιν ὀξύτησι.

    978 μελέαν πάθαν ὅτι τελευτήσασα ἀφῆκεν αὐτοὺς ὑπὸ μητρυιάν· ἢ ὅτι αὐτὴ αὐτοὺς ἐξετύφλωσεν.

    [*](3 σαλμυδισσὸς (ut in textu) in lemmate L. — 6 Prometh. v. 726 ubi ναύταισι. σαλμυδισσία L. — 7 μητρυὰ L. — 11 Il. ν 301. — 14. ὄνομα] ὅν? vocabulum ἀγχίπτολις intellegit Hermannus. — 15 Φινείδων L, corr. Lasc. — 16 γηρύμβα L, corr. Elmsl. coll. schol. v. 981. — 21 χείρεσιν L.)
    264

    980 ἀνύμφευτον γονάν; κακόνυμφον γονὴν ὅτι ἐπὶ κακῷ νυμφευθεῖσα δυστυχεῖς αὐτοὺς ἔτεκεν· ἢ τὴν ἀνύμφευτον ἑαυτῶν κοινωνίαν οἷον τῆς πρὸς γυναῖκας συνουσίας ἄπειροι ὄντες.

    981 ἃ δὲ σπέρμα μὲν ἀρχαιογόνων: Βορέας κῆδος συνῆψε τοῖς Ἀθηναίοις ἁρπάσας Ὠρείθυιαν τὴν Ἐρεχθέως ἐξ ἧς ἔσχεν Ζήτην καὶ Κάλαῖν καὶ Κλεοπάτραν· ταύτην ὁ Φινεὺς ἔγημεν ἐξ ἧς αὐτῷ δύο παῖδες ἐγένοντο Πλήξιππος καὶ Πανδίων, κατὰ δέ τινας Τηρύμβας καὶ Ἄσπονδος· μετὰ δὲ τὸν Κλεοπάτρας θάνατον ἐπέγημεν δαίαν τὴν Δαρδάνου, κατὰ δέ τινας Εἰδοθέαν τὴν Κάδμου ἀδελφὴν ἧς καὶ αὐτὸς Σοφοκλῆς μνημονεύει ἐν Τυμπανισταῖς· ἥτις ἐξ ἐπιβουλῆς τυφλώσασα τοὺς τῆς Κλεοπάτρας παῖδας ἐν τάφῳ καθεῖρξεν, ὡς δέ τινές φασιν ὅτι κατεψεύσατο αὐτῶν ἅτε δὴ πειρασάντων αὐτὴν ἐφʼ οἷς ἀπατηθεὶς ὁ Φινεὺς ἀμφοτέρους τυφλοῖ· ταῦτα δὲ ἱστορεῖ Ἀπολλόδωρος ἐν τῇ Βιβλιοθήκῃ· τινὲς δὲ ἱστοροῦσιν ὅτι περιοῦσαν τὴν Κλεοπάτραν ὁ Φινεὺς ἐκβέβληκεν καὶ τὴν Ἰδαίαν ἐπέγημεν, ἡ δὲ ὀργισθεῖσα τοὺς ἑαυτῆς ἐτύφλωσεν παῖδας. Βορέου γὰρ καὶ Ὠρειθυίας τῆς Ἐρεχθέως ἦν ἡ Κλεοπάτρα.

    982 Ἐρεχθειδᾶν τῶν Ἀθηναίων.

    985 ἅμιππος: ταχεῖα, ἴσον ἵππῳ δυναμένη τρέχειν· εἰ δὲ γράφεται ἁμίπποις πρὸς τὸ θυέλλαις, τράφη θυέλλῃσιν [*](3 ἑαυτῶν] ἑαυτῶ L, corr. Br. — 10 Ἄσπονδος] ἄσπδος L; ,,librarius quum ἄσπ scribere incepisset mutato consilio compendio \ (═ ον) usus est Dind. — 13 ἐν Τυμπανισταῖς] fr. 582. — 14 τοὺς add. Lasc. — 15 ὅτι] delendum? — 17 Ἀπολλόδωρος] III, 15, 3. — 21 τῆς] τῆς κλ (erasum) L. — 23 ἀθηνῶν L, corr. Elmsl.)

    265
    ἁμίπποις ταῖς ἐξισουμέναις ἵπποις ὡς καὶ Ὅμηρος
  • θείειν δʼ ἀνέμοισιν ὁμοῖοι.
  • πάγου: ὑψηλοῦ ὄρους καὶ ἀκρωρείας.

    986 ἀλλὰ κἀπʼ ἐκείνᾳ: ἀλλὰ καὶ κατʼ ἐκείνης, τῆς θυγατρὸς Βορέου τῆς ἐξ Ἐρεχθειδῶν γεγονυίας ἐνέσκηψαν αἱ πολυχρόνιοι Μοῖραι καὶ μεγάλα δυστυχῆσαι αὐτὴν πεποιήκασιν· ἢ μεγάλαι δυστυχίαι καὶ ἐπʼ ἐκείνῃ, τῇ Κλεοπάτρᾳ, ἦλθον.

    987 μακραίωνες: ἀθάνατοι καὶ πολυχρόνιοι· ἔσχον δὲ ἐπέσχον, ἐπετέθησαν, ἐπεβάρησαν.

    988 καὶ νῦν ἄνακτάς φησι τοὺς ἀπὸ τοῦ χοροῦ Fol. 60 b ἐντίμους.

    989 τοῖς τυφλοῖσι γὰρ κ. ἑ. ἡ ὁδὸς τοῦ τυφλοῦ μετʼ ἄλλου ἐστίν.