Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

929 ἔτι ἐν τῷ αὐτῷ κινήματι ἔοικεν ἡ παῖς εἶναι οἷον οὐκ ἐνδέδωκεν ὀδυρομένη.

931 ἀντὶ τοῦ κλαύσονται οἱ ἄγοντες αὐτὴν ἐὰν ἔτι βραδύνωσιν.

932 βραδυτῆτος ὕπερ διὰ τὸ ἐν αὐτῇ ἐμβραδύνειν.

933 ἀπειληθέντες ὑπὸ τοῦ Κρέοντος οἱ ὑπήκοοι ἄξουσι με λοιπὸν ἐπὶ θάνατον.

935 οὐ παραμυθοῦμαί σε θαρρεῖν ὡς μὴ κεκυρωμένου σοι τοῦ ἀποθανεῖν· τοῦτο δέ φησιν ὡς οὐκ ἐνδιδοὺς ἵνα μὴ ὑπονοήσῃ ἐκείνη μεταπεπεικέναι αὐτὸν δακρύουσα· ἢ ὁ χορὸς λέγει ὡς τοῦ Κρέοντος μὴ μεταπεισθέντος.

937 λοιπὸν πρὸς βίαν αὐτὴν ἄγουσι τὰ πρῶτα αὐτὴν ἐλεοῦντες καὶ αἰδούμενοι.

940 οἱ κοιρανίδαι κοίρανοι· τοῖς ἀπὸ τοῦ χοροῦ [*](4 με] serius additum. — 8 αὐδὰν in textu ex αὐδᾶν, — 20 με inclusi. — 26 τὰ] in litura quattuor literarum. — 27 αὐτὴν inclusi.)

261
φησιν· εἰώθασι γὰρ οὐ μόνον τοὺς βασιλεῖς ἀλλὰ καὶ τοὺς ἐνδόξους τῶν πολιτῶν οὕτω καλεῖν· ἢ πρὸς τὸν Χρέοντα ἠθικῶς ἂν αὐτὸν εἰς συμμαχίαν προκαλουμένη ἢ πρὸς τοὺς πάλαι βασιλέας τοὺς προγόνους αὐτῆς.

941 τὴν βασιλίδα τὴν βασίλειαν.

943 σεβίσασα τιμήσασα.

944 ἔτλα καὶ Δανάας: οἷον καὶ ἡ Δανάη ἔτλη [*](Fol. 60 a) μὴ εἶναι ἐν φωτὶ ἀλλʼ ἐν σκότῳ ἐπεὶ καὶ αὐτὴ ἐν χαλκῷ οἴκῳ ἐκέκρυπτο.

946 κρυπτομένα δʼ ἐν τυμβήρει: κατεκλείσθη ὑπὸ τὴν κιβωτόν· ἢ ὑπὸ τὸν ζυγὸν τῆς ἀνάγκης ἦλθεν καὶ τῆς εἱμαρμένης ἢ κατεζεύχθη συνελθοῦσα τῷ Διί.

949 ταμιεύεσκε ἀντὶ τοῦ ἐν αὐτῇ εἶχεν τὰς γονὰς τοῦ Διὸς ὅ ἐστιν ἔγκυος ἦν.

951 μοιριδία εἱμαρμένη.

952 οὔτʼ ἄν νιν ὄμβρος οὔτʼ Ἄρης: Ἄρης νῦν ὁ πόλεμος· καὶ γὰρ οὗτος κατὰ μοῖραν ἐγείρεται· βούλεται δὲ εἰπεῖν ὅτι οὔτε τὰ ἐν οὐρανῷ οὔτε τὰ ἐν τῇ γῇ οὔτε τὰ ἐν τῇ θαλάττῃ πραττόμενα παρὰ μοῖραν γίνεται.

νιν αὐτήν, τὴν μοῖραν.

955 ζεύχθη δʼ ὀξυχόλως: τὸ ἐξῆς, ζεύχθη πετρώδει κατάφρακτος ἐν δεσμῷ· μὴ οὕτω δὲ αὐτὸ λάβωμεν ὅτι καὶ ἡ Ἀντιγόνη ἀσεβὴς οὖσα πέπονθεν ὅπερ ὁ ἀσεβὴς Λυκοῦργος ἀλλʼ ἀπλῶς τῇ παραθέσει τῶν ὁμοίων δυστυχιῶν παραμυθεῖται τὴν κόρην· τὸν δεσμὸν δὲ τῆς ἀμπέλου πετρώδη εἶπεν ἀντὶ τοῦ τὸν ἰσχυρόν.

956 κερτομίοις ὀργαῖς διὰ τὰς κερτομίους ὀργάς.

[*](3 Κρέοντα] Αἵμονα? — 8 καὶ addidi.)
262

958 πετρώδει — δεσμῷ τῷ στερεῷ δεσμῷ τῆς ἀμπέλου.

959 οὕτω τᾶς μανίας δεινὸν ἀποστάζει: οὕτω καὶ τοῦ Λυκούργου ἀπὸ τῆς μανίας ὀργὴ ἀποβαίνει· μένος γὰρ ἡ ὀργή· ἀνθηρὸν δὲ τὸ ἀκμαῖον καὶ ἀνθοῦν ἐν κακοῖς.

δεινὸν ἀντὶ τοῦ πολύ.

960 μένος μανία.

κεῖνος ἐπέγνω: τὸ ἑξῆς, κεῖνος ἐπέγνω τὸν θεὸν ἐν κερτομίοις γλώσσης μανίαις ψαύων.

963 ἐνθέους γυναῖκας τὰς θεολήπτους Βάκχας.