Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

883 ἆῤ ἴστʼ ἀοιδὰς καὶ γόους. πρὸς τοὺς ὑπηκόους τοῦτό φησιν ὁ Κρέων ὀργιζόμενος ὅτι μὴ θᾶττον αὐτὴν ἀπήγαγον πρὸς εἰρκτήν· ὁ δὲ λόγος, ἆρα ἴστε ὡς εἰ χρεῖʼ ᾖ λέγειν ἀοιδὰς καὶ γόους πρὸ τοῦ [*](1 ἢ inclusi. — 2 κοιμήματʼ αὐτογένητα] inclusi. — 13 οὐ μὴν δὲ] ,,pro οὐ μήν γε dictum“ Dind. — 14 ὡς inclusi. — 16 τούτῳ] τοῦτο L, corr. Lasc. — 27 ὡς addidit A. χρεῖʼ ᾖ etiam in textu L, χρείη Dawesius.)

259
θανεῖν οὐδέποτέ τις παύσαιτο; δεῖ οὖν ἐκ βίας ἕλκειν αὐτήν.

887 εἴτε χρῇ θανεῖν: εἰ χρῄζει καὶ θέλει· μετριάζειν δὲ προσποιεῖται τῇ κολάσει ὡς δηλοῖ καὶ τὸ ἡμεῖς γὰρ ἁγνοὶ τουτέστιν ἀκοινώνητοι τοῦ φόνου τούτου, φησί, διὰ τὸ μὴ χερσὶν αὐτὴν ἀνῃρηκέναι.

889 ἡμεῖς γὰρ ἁγνοί: τὸ κατὰ ταύτην τὴν κόρην ἁγνοὶ ἡμεῖς ἐσμεν καὶ οὐδὲν ἐναγὲς ἐπράξαμεν.

890 μετοικίας δʼ οὖν τῆς ἄνω τοῦ μεθʼ ἡμῶν ἄνω οἰκεῖν.

891 κατασκαφὴς κατεσκαμμένη, ὑπόγειος.

892 ἀείφρουρος τῷ μὴ πρὸς καιρὸν εἶναι τὴν φρουρὰν ἀλλὰ διόλου.

895 μακρῷ ἀντὶ τοῦ πολύ.

897 ἐν ἐλπίσιν τρέφω ἐλπίζω ἀποθανοῦσα πάντας [*](Fol. 59 b) ἕξειν φίλους.

εὐεπίφορος ὁ Σοφοκλῆς εἰς τὸ τρέφω ἀντὶ τοῦ ἔχω.

899 κασίγνητον κάρα Ἐτεόκλεις· ἑξῆς γὰρ τοῦ Πολυνείκους μετὰ οἴκτου μνημονεύει.

904 παρὰ τοῖς καλῶς φρονοῦσι δοκῶ σε τετιμηκέναι ὥστε τοὺς συνετοὺς ἀποδέξασθαι τὰ ὑπʼ ἐμοῦ εἰς σὲ γενόμενα.

907 ἂν ᾐρόμην ὑπέστην.

908 τίνος νόμου ἀντὶ νομίσματος καὶ λογισμοῦ.

913 τοιῷδε μέντοι κ. ἑ. τῷ τοιούτῳ νόμῳ ὃς ἀποδείκνυσι τὸ κατὰ τοὺς ἀδελφοὺς δίκαιον ὑπερέχειν [*](3 χρῇ] χρὴ (ut in textu) L, corr. Dindorf. εἰ] εἰτε (τε deletum) L. — 5 ἡμεῖς γὰρ ἁγνοὶ] v. 889. — 12 τῷ] τὸ L, corr. Lasc. — 17 εἰς addidit Lasc.; cf. schol. v. 660 Ai. 503. 644. 0ed Tyr. 356. Tract. 28. 118. Philoct. 795, al. — 19 ἑξῆς] v. 902  sqq.)

260
ἁπάντων τιμήσασά σε ἔδοξα τῷ Χρέοντι ἁμαρτάνειν· διὰ τὴν ἔνδειξιν τῆς βίας αὐτοῦ.

916 ἄγει με ἐμφαντικώτερον τὸ ἄγει· οὐ γὰρ εἶπεν ὅτι ἐκέλευσέν με ἀχθῆναι ἀλλʼ αὐτὸς ἄγει.

918 οὔτε παιδείου τροφῆς οὔτε παῖδα θρέψασαν.

921 δαιμόνων δίκην ἐπεὶ τὰ τοῦ Κρέοντος θνητοῦ ὄντος παρέβη.

923 τίνʼ αὐδὰν ξυμμάχων λείπει καλεῖν.

925 εἰ ταῦτα τοῖς θεοῖς ἀρέσκει παθόντες τὴν τιμωρίαν γνοίημεν τὴν ἁμαρτίαν.

927 εἰ δʼ οἵδʼ ἁμαρτάνουσι ἐπὶ τὸν Κρέοντα ἡ ἀναφορά.

928 ἐκδίκως: ἔξω τοῦ δικαίου.