Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

849 ποταινίου ἔστι μὲν προσφάτου θέλει δὲ εἰπεῖν καινοῦ καὶ παρεξηλλαγμένου.

851 οὔτʼ ἐν βροτοῖσιν: οὔτε ἐν ζῶσι διὰ τὸ εἶναι [*](Fol. 59 a) ἐν εἰρκτῇ οὔτε ἐν θανοῦσι διὰ τὸ ἔτι ἀναπνεῖν.

852 θανοῦσιν λείπει σύνοικος.

853 προβᾶσ᾿ ἐπʼ ἔσχατον θράσους προβᾶσα ἐπὶ τὸ τῆς δικαιοσύνης ἔσχατον βάθρον μετὰ θράσους βουλομένη τε ὅσιόν τι δρᾶν περὶ τὸν ἀδελφὸν τὰ ἐναντία πέπονθας· ἔπεσες γὰρ εἰς τὸ κενοτάφιον· τὸ δὲ ἑξῆς, προβᾶσα ὑψηλὸν εἰς δίκας βάθρον ἔπεσες ἐπʼ ἔσχατον θράσους ἐν τῷ παρακοῦσαι τῶν τοῦ ἄρχοντος προσταγμάτων.

856 πατρῷον δʼ ἐκτίνεις: ἢ τὰ ἡμαρτημένα τῷ Οἰδίποδι ἢ ὑπὲρ τῆς κατάρας τοῦ Οἰδίποδος ταῦτα πάσχεις· αὐτὴ γὰρ τὰ δίκαια προέθου ποιεῖν.

857 ἐμοὶ μερίμνας ἢ τὸ τῆς μερίμνης μου.

858 τριπόλιστου οἶτον: πολλάκις ἀναπεπολημένον ἢ διάσημον καὶ πανταχοῦ ἀκουόμενον καὶ πολούμενον· ἢ τὸν πολλάκις ἐπελθόντα τῷ ἐμῷ οἴκῳ ἢ γένει.

λείπει εἰποῦσα.

859 καὶ τῆς προτέρας ἡμῶν δυστυχίας.

860 πότμου τύχης.

861 Λαβδακίδαισιν ἀντὶ τοῦ Λαβδακιδῶν.

864 κοιμήματʼ αὐτογέννητα; καὶ συνουσίαι τοῦ [*](8 ἀναπνεῖν] ἀνάπτειν L, corr. Lasc. — 10 προβᾶσ᾿] προυβᾶσ᾿ (ut in textu pr.) L. — 19 αὐτὴ] αὕτη L, corr. Lasc. — 21 οἶτον] οἶκον L. — 28 αὐτογένητα (ut in textu) L.)

258
πατρὸς αὐτογενεῖς ἢ συγγενικαὶ ἢ ὅτι ταύτῃ συνεκοιμήθη ἐξ ἦς γέγονεν· τὸ δὲ ἑξῆς κοιμήματʼ αὐτογένητα κοιμήματα δυσμόρου μητρὸς ἐμῷ πατρὶ αὐτογέννητα, ὅτι ὁ αὐτὸς πατὴρ ἅμα καὶ παῖς ἦν.

865 ἐμῷ πατρὶ λείπει γενόμενα.

866 οἵων λείπει γονέων.

867 πρὸς οὓς πρὸς τοὺς γονεῖς δῆλον ὅτι.

ἀραῖος ἐπικατάρατος διὰ τὰ ἐκείνων ἁμαρτήματα.

869 δυσπότμων διὰ τὴν πρὸς τὸν Ἄδραστον ἐπιγαμίαν ἥτις αἰτία τοῦ πολέμου κατέστη.

871 κατήναρές με τιμηθεὶς ὑπʼ ἐμοῦ.

872 σέβειν μὲν εὐσέβειά τις: οἱ τοῦ χοροῦ τὸ μὲν ἔργον τῆς παιδὸς ἐπαινοῦσιν οὐ μὴν δὲ θαρσοῦσιν ὡς καὶ τὴν γνώμην τοῦ βασιλέως διελέγχειν ὡς μοχθηράν· φησὶν οὖν ὅτι πέπρακται μὲν διʼ εὐσέβειαν τὸ ὑπὸ ταύτης δὲ ἡ βασιλεία μέλει τούτῳ οὐκ ἔστι παραβατὴ ἡ ἀρχὴ ὅ ἐστι τὰ προστάγματα, παραβαίνουσι δὲ ὅσοι ἀρχόντων καταφρονοῦσιν.

εὐσεβὲς μὲν τὸ σέβειν τοὺς ἀποθανόντας.

875 αὐτόγνωτος — ὀργὰ αὐθαίρετος καὶ ἰδιογνώνων τρόπος.

879 λαμπάδος τοῦ ἡλίου.

881 ἀδάκρυτον πολυδάκρυτον.