Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

799 ἄμαχος ἀκαταμάχητος.

ἐμπαίζει: ἥδεται, χαίρει.

801 οἷον δυνάμει παρακούομεν τοῦ ἄρχοντος [*](Fol. 58 b) δακρύοντες τὴν Ἀντιγόνην ἣν αὐτὸς κατεδίκασεν.

804 τὸν παγκοίταν τὸν πάντας κοιμίζοντα.

θάλαμον τὸν θάλαμον τὸν ἐν τῷ τάφῳ.

805 ἀνύτουσαν ἀνοίγουσαν ἢ τρέχουσαν καὶ πορευομένην.

814 ἔγκληρον μέτοχον.

815 ἐπινυμφίδιος — ὕμνος λείπει θύραις ἢ κοίταις.

820 οὐ διὰ ξιφῶν τὸν μισθὸν τοῦ πλημμελήματος λαχοῦσα καὶ τὴν τιμωρίαν ἀλλὰ μετʼ ἐλευθερίας τεθνήξῃ ἰδίῳ καὶ καινῷ νόμῳ περὶ τὸ τέλος χρησαμένη οἷον οὔτε νοσήσασα οὔτε ἀναιρεθεῖσα ἐξελεύσῃ τοῦ βίου· ἢ ἀντὶ ἰδίοις αὐτῆς νόμοις χρησαμένη.

[*](2 ἧττον L, corr. Lasc. — 6 θεσμῶν] sequitur τινε (deletum) ex schol. v. 798. — 7 παρέδρος] πάρεδρος L, corr. Br. — 11 πάρεδρον addidi — 14 δυνάμει] non expedio; an referendum ad ἀρχαῖς v. 798 ? — 18 ἀνοίγουσαν] ἀνύουσαν Wolffius p. 203. — 23 τεθνήξῃ· 〈ἢ〉 ἰδίῳ Seidlerus. — 26 — χρησαμένη] post ἐπιχειρήματος schol. v. 822 addita in L, correxi.)
256

822 θνητῶν ἤτοι πρὸς τὸν τρόπον τοῦ θανάτου ἢ πρὸς τὴν προαίρεσιν τοῦ ἐπιχειρήματος.

823 ἢκουσα δὴ λυγροτάταν: ἀντὶ τοῦ λυγροτάτως· ἢ τὴν λυγρὰ ὑπομείνασαν ἢ λυγρὰν καθὸ τὴν Λητὼ ὑβρίσαι τετόλμηκεν· τοῦτο δὲ ἔλαβεν πρὸς τὸ ὅμοιον τοῦ θανάτου ὅτι οὐδὲ ἡ Νιόβη ὑπό τινος ἀνῃρέθη.

824 τὰν Φρυγίαν ξέναν τὴν Νιόβην.

825 Σιπύλῳ Φρυγίας ὄρος.

826 τὰν κισσὸς ὡς ἀτενής. πολὺς καὶ ἐπιμήκης· ἢ ὁ μὴ ἀνατείνων εἰς ὕψος ἀλλʼ αὐτοῦ περιειλούμενος καὶ οὐχὶ ὑψηλός· ὁ δὲ νοῦς, ἣν ἐδάμασεν ἡ πέτρας βλάστησις ὡς κισσὸς περιβαλοῦσα αὐτήν· περιέφυσεν αὐτῇ, φησίν, ἡ πέτρα ὡς κισσὸς δένδρῳ.

ὁ μὴ εὐθὺς τετραμμένος ἀλλʼ εἰλιτενής.

827 πετραία βλάστα δάμασεν ὅτι περιεκεκάλυπτο πανταχῇ τῇ πέτρᾳ.

834 ἀλλὰ θεός τοι καὶ θεογεννής: καρτερεῖν σε χρὴ ὡς καὶ ἡ Νιόβη ἐκαρτέρησεν καίτοι θειοτέρου γένους τυγχάνουσα Ταντάλου γὰρ ἦν τοῦ Διός.

παραμυθούμενος αὐτὴν θεόν φησι τὴν Νιόβην.

836 καί τοι φθιμένᾳ καίτοι σοὶ φθιμένῃ ἢ φθιμένῳ παντὶ μακαριστὸν ἂν εἴη τὸ τῆς αὐτῆς μοίρας τυχεῖν τοῖς ἰσοθέοις οἷον μακάριος ἂν εἴη ὅστις τοῖς ἰσοθέοις ὁμοίως ἐτελεύτησεν.

837 ἔγκληρα κοινά, ὅμοια, τοῦ αὐτοῦ κλήρου καὶ τύχης.

838 ὑφʼ ὑμῶν γελῶμαι ὅτι θεοῖς ἴσην με λέγετε.

[*](1 τρόπον] τόπον L, corr. M. Schm.; cf. schol. v. 823. — 4 λυγρὰ] λυγρὰν L, corr. Br. λυγράν] λυγρὴν L, correxi. — 13 αὐτῆ φησιν τῆ πέτρα L, corr. Br. — 19 Διὸς] sequitur ὁ πα (deletum). — 27 ἴσην] ἴσον L, corr. Br.)
257

846 ἐπικτῶμαι γράφε ἐπιβοῶμαι.

847 φίλων ἄκλαυτος οἷον μὴ οἰκτειρομένη παρὰ τῶν φίλων ἀπόλλυμαι.

848 ἔρμα. περίφραγμα.