Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1308 ἀνταίαν γράφε καιρίαν.

1312 τῶνδε κἀκείνων τοῦ τὴν γυναῖκα καὶ τὸν υἱον ἀποθανεῖν.

1313 πρὸς τῆς θανούσης κ. ἑ. κακῶς ἐλέγου πρὸς τελευτώσης αὐτῆς· ἐνομίζου, ἐπεγράφου.

1314 τίνι τρόπῳ, φησίν, ἐλύετο καὶ ἐφέρετο εἰς φονάς; ἀντὶ τοῦ ποίῳ τρόπῳ εἰς φόνον ἔπεσεν ; ἐν φοναῖς εἰς φονάς.

1317 οὐδεὶς ἀνθρώπων ταῦτα ἐπὶ ἄλλον ἀπὸ τῆς ἐμῆς αἰτίας μεθαρμόσει ὅ ἐστι τοῦ σοῦ φόνου οὐδεὶς ἂν εἴποι ἕτερον τῶν ἀνθρώπων αἴτιον ἀλλʼ ἐμέ.

[*](Fol. 64a )

1325 τὸν οὐκ ὄντα ὅλως, μᾶλλον δὲ μηδένα.

1326 κέρδη παραινεῖς εἴ τι κέρδος: κέρδος μεταφωνεῖς τὸν θάνατον· παρὰ τούτου γὰρ τὰ κράτιστα ἀπαλλάσσεται καὶ βράχιστα γίνεται τουτέστιν ἐλάχιστα γίνεται· ἐν δὲ τῷ ὑπομνήματι οὕτω, τὰ μικρὰ τῶν κακῶν λυσιτελέστερά ἐστιν ὡς ἂν κακὰ ἢ οὕτω, τὰ ἐν ποσὶ κακὰ ἂν ἐλάχιστα ἡ κράτιστά ἐστιν ἢ οὕτω, βραχέα γὰρ τὰ κακὰ ἐάν τις ἀναχωρῇ ἢ τὰ μικρὰ τῶν κακῶν λυσιτελέστερά ἐστι· τὸ γὰρ ταχέως φεύγειν τὰ ἐν ποσὶ κακὰ κράτιστόν ἐστι.

1328 βράχιστα γράφε κράτιστα. κράτιστα γράφε βράχιστα.

1329 ὁ ἐμὸς θάνατος ὁ μείζων τούτων τῶν κακῶν.

[*]((v. 69. 85) Menoeceus non filius sed pater Creontis est. — 8 πρὸς addidi — 19 γίνεται inclusit M. Schmidtius. — 22 ἢ — ἐστι] incl. M. Schm. — 27 μείζων] μείων Wexius.)
277

1330 τερμίαν τῆς τελευτῆς παρασκευαστικήν· τέρμα γὰρ τὸ τέλος.

1334 μέλλοντα δεύτερα.

1335 ὅτοισι τοῖς θεοῖς.

1336 ὧν βούλομαι τυχεῖν ταῦτα ηὐξάμην.

1341 σέ τʼ αὐτὰν τὴν Εὐρυδίκην.

1344 πάντα γὰρ λέχρια. πλάγια καὶ πεπτωκότα, τὰ μὲν ἐν χερσὶ τὰ δὲ ἐπὶ τῇ κεφαλῇ.

1347 δυσκόμιστος ἀφόρητος.

1348 πολλῷ τὸ φρονεῖν: τὸ καλῶς φρονεῖν πρῶτόν ἐστιν εὐδαιμονίας καὶ τοῖς ἀνθρώποις ἐξοχώτατον.

1350 αἱ μεγαλορρημονίαι τῶν ὑπερηφάνων τιμωρίας μεγίστας τοῖς κεκτημένοις ἐπάγουσαι τελευταῖον διδάσκουσι τὸ φρονεῖν· καὶ ὁ ποιητὴς ῥεχθὲν δέ τε νήπιος ἔγνω.

1351 ὅτι διαφέρει τῆς Εὐριπίδου Ἀντιγόνης αὕτη ὅτι φωραθεῖσα ἐκείνη διὰ τὸν Αἵμονος ἔρωτα ἐξεδόθη πρὸς γάμον, ἐνταῦθα δὲ τοὐναντίον.

[*](12 μεγαλορημονίαι L, corr. Iuntina; sed etiam αὐτόριζα legitur in scholio v. 714. — 15 Il. ρ 32. — 16 comparandum cum his Antig. argum. II p. 18, 23: κεῖται ἡ μυθοποιία καὶ παρὰ Εὐριπίδῃ ἐν Ἀντιγόνῃ, πλὴν ἐκεῖ φωραθεῖσα μετὰ τοῦ Αἵμονος (τῷ Αἵμονι Apogr. Dresd.) δίδοται πρὸς γάμου κοινωνίαν καὶ τέκνον τίκτει τὸν Αἵμονα.)
278
[*](Fol. 65a)

1 λόγος μέν ἐστʼ ἀρχαῖος: ὁ τρόπος ἀναχρονισμός· μεταγενέστερος γὰρ ὁ Σόλων. φασὶν Ἀθηναίους αἰτήσασθαι Σόλωνα νόμου γραφήν, τὸν δὲ δεδιότα τὸ ἁψίκορον αὐτῶν ὅρκον αἰτῆσαι αὐτοὺς ἐπιμεῖναι δὲ δεκαετίαν, παρευλαβούμενον δὲ μήποτε μένοντα ἀναγκάσωσι μεταθεῖναί τι τῶν νομίμων ἀναχωρῆσαι πρὸς Λυδοὺς καὶ Κροῖσον· δεξάμενος δὲ αὐτὸν ὁ κροῖσος δείκνυσι πάντα τὸν πλοῦτον καὶ στρατιώτας ἐν ὅπλοις χρυσοῖς βωμόν τε Ἀπόλλωνος ὁλόχρυσον, καυχώμενος δὲ ἠρώτα αὐτὸν τίς πάντων ἀνθρώπων εὐδαιμονέστερος, ὁ δὲ ἔφη Κλέοβιν καὶ Βίτωνα· λυπηθεὶς δὲ ὁ βασιλεὺς ἠρώτα τὸν τὰ δεύτερα φέροντα, τούτου δὲ πάλιν ἕτερον προβαλομένου ἠγανάκτησε Κροῖσος ἐπεὶ μηδὲ τὰ δεύτερα τῆς εὐδαιμονίας αὐτῷ δέδωκεν· ὁ δὲ Σόλων συνεὶς τὴν λύπην ἀπεφήνατο ὅτι τέλος ἐστὶν ὅρα μακροῦ βίου· φασὶ δὲ αὐτοῦ τὸ [*](3 φασὶν Ἀθηναίους κ. ἑ.| cf. Herodot. I, 29 sqq. φασὶ δὲ Triclinius. — 5 ἐπέμενε δὲ δεκαετίαν παρευλαβούμενος δὲ L, corr. Br. — 6 δὲ inclusi. — 12 εὐδαιμονέστατος Neuius. — 14 προβαλλομένου L, correxi. — 17 τέλος ἐστὶν ὅραμα βίου L, correxi coll. schol. Eur. Andr. v. 100: τέλος ὅρα μακροῦ βίου (Leutsch. par. II, 773, 21; c. I, 315, 12. II, 665, 12: τέρμα δʼ ὁρᾶν βιότοιο, Σόλων). αὐτοῦ] αὐτὸν L, corr. Neuius.)

279
τηνικαῦτα πόλεμον αἰρομένου πρὸς Πέρσας χρησθῆναι παρὰ τοῦ θεοῦ
  • Κροῖσος Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει·
  • ὁ δὲ νομίσας περὶ τῆς Περσῶν ἀρχῆς αὐτὸν λέγειν ἐπολέμησεν καὶ ἡττηθεὶς ἐν πυρὶ βέβληται ὑπὸ Κύρου, καιόμενος δὲ Σόλωνα ἐπεκαλεῖτο· Ἀπόλλων δὲ ὄμβρον ἐπιβαλὼν ἔσβεσε τὸ πῦρ, Κύρου δὲ ἐρωτήσαντος διηγήσατο αὐτῷ τὸ ἀπόφθεγμα τοῦ φιλοσόφου ὅθεν θαυμάσας τε καὶ ἐννοήσας τὸ τῆς τύχης ἄδηλον μετὰ τιμῆς ἀπέπεμψεν Κροῖσον.