Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1258 μνῆμα: τὸν νεκρόν.

1259 οὐ δι᾿ ἄλλον ἀποθανόντα, οὐκ ἐξ ἄλλου νεκρωθέντα.

1262 θανατόεντ᾿ θανάτου ἄξια ἢ θανάτου αἴτια.

[*](7] v. 751. — 19 βούλεσθαι] βουλήσεσθαι)
275

1265 ἄνολβα ἀνωφέλητα.

1266 νέᾳ ἡλικίᾳ καὶ καινοπρεπεῖ θανάτῳ τετελεύτηκας.

1270 ἰδεῖν γράφε ἔχειν.

1274 ἀγρίαις ὁδοῖς ἀγρίαις ὁρμαῖς.

[*](Fol. 63b)

1275 τὴν χαρὰν λὰξ πατήσας.

λακπάτητον τὴν μεθʼ ὕβρεως ἀπωθουμένην ἢ τὴν μεγάλως καταπατουμένην.

1279 τὰ μὲν πρὸ χειρῶν τάδε φέρων ὡς τοῦ Κρέοντος τὸν παῖδα βαστάζοντος.

1282 παμμήτωρ ἡ κατὰ πάντα μήτηρ· ἐμφαντικῶς δὲ εἶπεν ὅτι καὶ μέχρι θανάτου μήτηρ ἐδείχθη μὴ ἑλομένη ζῆν μετὰ τὸν τοῦ παιδὸς θάνατον.

1286 κακάγγελτα κακὴν ἀπαγγελίαν ἔχοντα.

1288 ἐπεξειργάσω ἐπέσφαξας.

1291 σφάγιον — | γυναικεῖον — μόρον: τὸν ἀπὸ σφαγῆς τῆς γυναικὸς μόρον.

ἐπʼ ὀλέθρῳ: τοῦ Αἵμονος.

1293 ἐγκέκλεισται ἡ γυνή.

1298 τάδʼ ἐναντία γράφε τόνδʼ ἔναντα.

1301 ὀξύθηκτος ὀξεῖαν λαβοῦσα πληγήν.

βωμία πέριξ ὡς ἱερεῖον περὶ τὸν βωμὸν ἐσφάγη· παρὰ τὸν βωμὸν προπετής.

1302 λύει κελαινὰ βλέφαρα ἀπόλλυται.

1303 τοῦ πρὶν θανόντος Μεγαρέως κ. ἑ. ὡς αὐτῆς προγαμηθείσης Μεγαρεῖ τινι πρὸ τοῦ Κρέοντος· οἱ δέ φασι τοῦ Μενοικέως τοῦ ἀποσφάξαντος ἑαυτόν· πρότερον γὰρ Μεγαρεὺς ἐκαλεῖτο· ἐν δὲ τῷ τυράννῳ Οἰδίποδι καὶ αὐτὸς Μενοικέα αὐτὸν καλεῖ.

[*](11 ἐμφατικῶς L, corr. Lasc. — 19 ἐκκυκλεῖταν Ellendtius; an ἐκκεκύκληται? — 28 ἐν δὲ τῷ τυράννῳ Οἰδίποδι] ibi)
276

1305 ἐφυμνήσασα καταρασαμένη σοι ὡς παιδοκτόνῳ.

1307 ἀνέπταν ἐσείσθην, ἐταράχθην.