Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

109 κινήσασα χαλινῷ: οἷον παρασκευάσασα τῶν χαλινῶν μετὰ σπουδῆς ἐφάψασθαι διὰ τὴν ὀξυτέραν φυγήν.

110 ὃν ἐφʼ ἡμετέρᾳ γᾷ: ὅντινα στρατὸν Ἀργείων ἐξ ἀμφιλόγων νεικέων ἀρθεὶς ἤγαγεν ὁ Πολυνείκης οἷον ἀμφιλογίᾳ χρησάμενος πρὸς τὸν ἀδελφόν· διὰ βραχέων δὲ εἶπεν αὐτὸ ὡς γνωρίμου οὔσης τῆς ὑποθέσεως.

111 ἀρθεὶς νεικέων: ἐπαρθεὶς εἰς θυμὸν καὶ παροξυνθείς· ἀμφιλόγων δὲ ἢ τῶν ἀμφισβητησίμων ἢ τῶν ἀμφιβολίας ἐμποιούντων.

113 τὸ ἑξῆς αἰετὸς ὥς, ὡς ἀετός.

114 ὡς ἐκ χιόνος οὔσῃ πτέρυγι ἀντὶ τοῦ λευκοτάτῃ. λευκῆς χιόνος πτέρυγι: τοῦτο ἀλληγορικῶς φησιν ὡς ἐπὶ ἀετοῦ, δηλοῖ δὲ ὅτι λεύκασπις ἦν ὁ τῶν Ἀργείων στρατός· λείπει δὲ τὸ ὡς ἵνʼ ᾖ ὡς χιόνος, τὸ δὲ πτέρυγι μεταφορικῶς ἐπὶ τῶν ὅπλων ἔλαβεν. στεγανὸς ἐστεγασμένος λευκοῖς ὅπλοις.

117 στὰς δʼ ὑπὲρ μελάθρων: ἐς ἀετὸς ὁ Πολυνείκης κυκλώσας τὰς Θήβας ταῖς τῶν φόνων ἐρώσαις λόγχαις ἀμφιχανὼν ἔβα· ἐνέμεινε δὲ τῇ μεταφορᾷ.

120 ἔβα: ἀντὶ τοῦ ἡττήθη.

121 αἱμάτων γένυσιν παρήλλαξε τὸ ὄνομα τὰ χείλη τοῦ ἀετοῦ γένυς εἰπών.

123 πευκάενθʼ Ἥφαιστον ἑλεῖν: τὸν ἐκ τῆς πεύκης ἐγειρόμενον ἢ τὸν πικρὸν τοῖς τοῦτο πάσχουσι.

[*](18 λεύκασπις κ. ἑ.] Phoen. v 1099. — 19 λείπει δὲ τὸ] δὲ serius additum.)
223

126 δυσχείρωμα δράκοντι: ἀπὸ τοῦ δράκοντος τοὺς Θηβαίους δηλοῖ ἐπεὶ δρακοντογενεῖς εἰσιν· ὁ δὲ λόγος, τοιοῦτος πάταγος Ἄρεως περὶ τὰ νῶτα τοῦ ἀετοῦ ἐτάθη (τουτέστι δραπετεύειν καὶ νῶτα αὐτὸν διδόναι πεποίηκεν) ὑπὸ τοῦ ἀντιπάλου δράκοντος ὃς ἐποίησεν αὐτόν, τὸν δράκοντα, δυσχερῶς χειρωθῆναι· πολέμιον δὲ ζῷόν ἐστιν ὁ δράκων πρὸς τὸν ἀετὸν ὥς φησι Νίκανδρος· τὸ δὲ ἀντιπάλῳ δράκοντι ἀντὶ τοῦ ὑπὸ τοῦ ἀντιπάλου δράκοντος ὡς

  • Ἀχιλῆι δαμασθείς·
  • ἢ οὕτω, τῷ ἀντιπάλῳ δράκοντι τοσαύτη μάχη συνετάθη ἣ ἐποίησεν αὐτὸν μὴ δύνασθαι ἡμᾶς χειρώσασθαι ἵνα δράκοντα λέγῃ τὸν τῶν Ἀργείων στρατὸν ὡς θανατηφόρον ἢ τὸν Πολυνείκη ὡς καὶ αὐτὸν Θηβαῖον ὄντα.

    ἐγεγόνει ὁ δράκων ἐξ Ἄρεως καὶ Τιλφώσσης Ἐρινύος.

    127 Ζεὺς γὰρ μεγάλης γλώσσης: τοῦτο κοινὸν ὡς πάντων τῶν Ἑλλήνων μεγαλαυχούντων ἢ ἰδίᾳ κατὰ Καπανέως· τὰ γὰρ ἑξῆς εἰς αὐτὸν μόνον τείνει.

    128 καί σφας εἰσιδών: καὶ τὴν τοῦ χρυσοῦ φαντασίαν ὑπερβεβηκότας τῇ ἰδίᾳ ὑπεροψίᾳ· ὑπερήφανον γάρ τι ὁ χρυσός· οἱ δέ φασι λείπειν τὴν μετὰ ἵνʼ ᾖ οὕτως, καὶ ἰδὼν αὐτοὺς προσνισσομένους μετὰ χρυσοῦ καὶ καναχῆς καὶ ὑπεροπτίας ὅ ἐστιν ὑπερηφανίας οὐκ [*](8 Νίκανδρος] Theriac. v. 448 sqq. τὸ δὲ] τῶ δὲ L, corr. Br. — 10 II. χ 55. ἀχιλλῆι — 11 τοσαύτη] τοιαύτη l. συνεστάθη L, corr. Br. — 16 cf. Callimachi fragm. 207 τὴν μὲν ὅ γʼ ἐσπέρμηνεν Ἐρινύι Τιλφωσαίῃ. — 18 ὡς 〈ἐπὶ〉 πάντων? — 19 Ἑλλήνων] Ἀργείων Br. — 24 προσνισομένους (ut in textu) L, corr. l.)

    224
    ἠνέσχετο ἀλλʼ ἐνεμέσησε τῷ κόμπῳ αὐτῶν ἀεὶ γὰρ τοὺς κόμπους τῆς μεγάλης γλώσσης ὑπερεχθαίρει.

    130 ὑπεροπτίας ὑπερόπτας.

    131 παλτῷ ῥιπτεῖ πυρί: τῷ κεραυνῷ τῷ ἄνωθεν παλθέντι· τὸ δὲ βαλβίδων μεταφορικῶς ἀπὸ τῶν δρομέων.

    τῶν κρηπίδων τοῦ τείχους.

    [*](Fol. 51 b)

    133 ἀλαλάξαι: παιωνίσαι· ἀλάλαγμα δέ ἐστιν ἐπινίκιος ᾠδή.

    134 ἀντίτυπα δʼ ἐπὶ γᾷ πέσε. εἰς ἀντίτυπον δέ, φησί, πτῶμα ἔπεσεν διατιναχθεὶς ἄνωθεν κάτω οὐχὶ πλάγιος· τὸ δὲ ἀντίτυπος οὐκ ἀπὸ τοῦ τύπου ἀλλ᾿ ἀπὸ τοῦ τύψαι συντέθειται· αὐτὸς μὲν γὰρ τὴν ἄνω φορὰν ἐδίωκεν ὁ δὲ κεραυνὸς τὴν κάτω· ὅτι δὲ τανταλωθεὶς σημαίνει τὸ διασεισθεὶς μαρτυρεῖ καὶ Ἀνακρέων ἐν μελαμφύλλῳ δάφνᾳ χλωρᾷ τʼ ἐλαίᾳ τανταλίζει. ἄλλως: ἄνωθεν τυπεὶς ὑπὸ τοῦ κεραυνοῦ, κάτωθεν δὲ ὑπὸ τῆς γῆς· ὑπὸ τὸν κεραυνὸν γενόμενος, ὅτι τῷ Ταντάλῳ ἡ Σίπυλος ἐπικατεστράφη.

    τανταλωθεὶς διασεισθείς.

    135 πυρφόρος: πῦρ φέρων ἐν αὐτῷ. πυρφόρος ὁ πῦρ τοῖς τείχεσι προσάγων ἢ πεπυρακτωμένος ὑπὸ τοῦ κεραυνοῦ.

    [*](16 fragm. 78. ἐν add. Bergk. τανταλίζοι A, τανταλίζῃ Schneidewinus ,,ut Amorem poeta alloquatur“. μελαμφύλω L, corr. Br. δαφνᾶι L. χλωρᾷ] α ex η. — 18 ὅτι τῷ Ταντάλῳ κ. ἑ.] Eustath. p. 1701, 18: ᾗτινι πτώσει παρηκολούθησε καὶ ἐπίκρυψις ἐπικαταστραφέντος αὐτῷ (sc. τῷ Ταντάλῳ) τοῦ Σιπύλου ὅπερ οὐκ ἐξ ἀνάγκης καὶ ὁ τοῦ Σοφοκλέους ἔπαθε Καπανεύς· ἐτανταλώθη γὰρ ἐκεῖνος μόνῳ τῷ τῆς πτώσεως ἀντιτύπῳ οὐ μὴν καὶ τῷ λόγῳ τῆς ἐπικρύψεως. — 19 ἐπεκατεστράφη L, corr. Elmsl.)
    225

    μαινομένᾳ ξὺν ὁρμᾷ: ὡς ἐπὶ Τυφῶνος καὶ καταιγιδώδους πνεύματος, ἐπέπνει τὴν πόλιν ῥιπαῖς ἀνέμων.

    136 βακχεύων ἐνθουσιῶν καὶ μέγα φυσῶν καὶ πνέων ὀργὴν ὡς τὸ Μενάνδρου

  • ἀλλὰ καὶ πν ---
  • 138 εἶχε δʼ ἄλλᾳ: τὸ εἶχεν οὐκέτι ἐπὶ τοῦ Καπανέως ἀλλʼ ἐπὶ τοῦ Ἄρεώς ἐστιν, ὅτι ὁ Ἄρης βοηθῶν ἡμῖν πανταχοῦ τροπὰς ἐποιεῖτο τῶν πολεμίων· τοῦτο δέ φησιν ὡς εἰ ἔλεγεν, οὐδεὶς τόπος ἀπήλλακτο ταραχῆς ἀλλὰ πανταχοῦ ὁμοίως ἐξεφλέγετο ὁ πόλεμος.

    139 στυφελίζων ταράσσων.