Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

140 δεξιόσειρος. κατὰ τὸ δεξιὸν φερόμενος κέρας· ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἵππων τῶν ἐν τοῖς ἅρμασι παρασείρων· ὅ ἐστι δεξιὸς Ἄρης ἡμῖν γενόμενος ὁ κεραυνὸς καὶ ἀγαθὸς ἡμῖν φανείς· ἐὰν δὲ ᾖ δεξιόχειρος ἀντὶ τοῦ γενναῖος καὶ περιδέξιος.

ὁ γενναῖος· οἱ γὰρ ἰσχυροὶ ἵπποι εἰς τὴν δεξιὰν σειρὰν ζεύγνυνται τοῦ ἅρματος.

143 πάγχαλκα τέλη ὅ ἐστι τὰ ὅπλα ἀπέβαλον.

ὅπλα.

144 πλὴν τοῖν στυγεροῖν: στυγερῶν φησι τῶν ἀτυχῶν· οἱ τοιοῦτοι γὰρ ἀεὶ στυγνοὶ καθεστήκασιν· οὗτοι δέ, φησίν, ἀλληλοκτονηθέντες οὐ διέκριναν τὴν νίκην ὥστε τοῦ ἡττηθέντος ἀνατεθῆναι τὰ ὅπλα.

145 καθʼ αὐτοῖν: ἀντὶ τοῦ κατʼ ἀλλήλων.

146 δικρατεῖς λόγχας. ἀμφοτέρωθεν ἠκονημένας· ἢ δικρατεῖς φησιν ὅτι ἀλλήλους ἀπέκτειναν καὶ ἡ ἑκατέρου [*](5 fab. inc. fragm. CDXXXIII (p. 318); ζ ÷ i. e. ζήτει in margine L. — 7 ὁ addidi. — 12 δεξιόχειρος (ut in textu pr.) L, corr. Lasc. — 14 ὁ κεραυνὸς delevi. — 22 ἀτύχων L, corr. Br.)

226
λόγχη οὐκ εἰς κενὸν ἀπεπέμφθη ἀλλʼ ἐκράτησεν τοῦ ἑτέρου.

148 ἁ μεγαλώνυμος ἡ μεγάλην περιποιοῦσα δόξαν.

149 ἀντιχαρεῖσα Θήβᾳ: ἀντὶ τοῦ ἴσον αὐτῇ χαρεῖσα ὡς ἀντίθεος· θέλει δὲ εἰπεῖν ὅτι ὅσον ἐφίλει τὴν νίκην καὶ ἡ νίκη αὐτὴν ἀντεφίλησεν· πρὸς χαίρουσαν γὰρ αὐτὴν καὶ αὐτὴ χαρεῖσα ἦλθεν· ἢ ἀντὶ τῶν κακῶν χαρεῖσα.

150 πάνυ πιθανῶς τὰ τῆς εὐχῆς· ἐπιμνησθέντες γὰρ δυσχερῶν πάλιν ἐπὶ τὰ κατʼ ἀρχὰς εὔφημα τρέπονται.

154 ὁ Θήβας δʼ ἐλελίζων Βακχεῖος: ὁ κινησίχθων· ἐλελίχθονα δὲ τὸν Διόνυσόν φησι διὰ τὰς ἐν ταῖς βακχείαις κινήσεις· ἢ τὸν τὴν γῆν σείοντα καὶ ἀναβακχεύοντα ταῖς χορείαις· ὁ δὲ νοῦς, ὁ Θήβας Βακχεῖος, ὁ Θηβαγενὴς Διόνυσος, ὁ τῆς Θήβης πολίτης, ὁ ἐλελίχθων ἄρχοι τῆς χορείας.

ἐξάρχοι δὲ ὁ Διόνυσος, ὁ τὰς Θήβας ἐλελίζων καὶ κινῶν ταῖς βακχείαις.

γράφε ἐλελίχθων.

155 ἀλλʼ ὅδε γὰρ δὴ βασιλεύς: ἄριστα καὶ μεγαλοφρόνως διεσκεύασται αὐτῷ ὁ χορός· ἕτερος γὰρ ἂν ταῦτα πρῶτον εἰσήγαγεν, ὅτι ἡμεῖς συνήχθημεν ὑπὸ Κρέοντος· χάριεν δὲ τὸ πρῶτον μὲν εὐχὴν αὐτοὺς ποιήσασθαι ἑξῆς δὲ δηλῶσαι ὑπὸ τίνος συνηθροίσθησαν· παρατήρει δὲ ὅτι πάντῃ ἐπιμελῶς διαγίνεται δηλῶν ἡμῖν τὰ πράγματα ὁ ποιητὴς ὥστε ἐσπάρθαι μὲν αὐτὰ καὶ παρακεῖσθαι ἑτέροις προσώποις πάντα [*](5 ἀντίθεος] Il. μ 408, alibi. — 17 χορείας] χώρας L, corr. schol. rec. Π p. 183, 11. — 22 ἕτερος] Euripides, monente M. Schmidtio Didym. p. 93.)

227
δὲ δηλοῦσθαι· καὶ τὸ τοῦ βασιλέως ὄνομα εὐθὺς παρατήρει Κρέων ὁ Μενοικέως καὶ τὸ νεοχμὸς δὲ οὐκ ἔστιν ἀργόν.

156 νεοχμός. νέος, νεωστὶ κατασταθεὶς εἰς τὴν ἀρχὴν καὶ τυραννίδα· τὸ δὲ ἑξῆς, ἀλλʼ ἰδοὺ γὰρ Κρέων ὁ νεωστὶ καινὸς βασιλεὺς τῆς χώρας γενόμενος τῇ προσφάτῳ παρὰ θεῶν αὐτῷ δεδομένῃ ἐπιτυχίᾳ τοῦτο κατορθώσας.

157 συντυχίαις συναντήσεσιν.

158 ἐρέσσων ἐν ἑαυτῷ κινῶν καὶ μεριμνῶν· ἐκ μεταφορᾶς τῶν ἐρεσσόντων.

159 σύγκλητον: σύγκλητον λέσχην τὴν συγκληθεῖσαν ἐξαίφνης ὁμιλίαν ἐπειδήπερ μεταπεμψάμενος τοὺς ἐντίμους εἰς ἐκκλησίαν συνήγαγεν.

161 προὔθετο λέσχην ἀντὶ ὁμιλίαν συνεκρότησεν.

162 πέμψας μεταστειλάμενος.

163 πολλῷ σάλῳ τροπικῶς ὡς ἐπὶ νεώς.

164 ὑμᾶς δʼ ἐγὼ πομποῖσιν: διὰ τῶν πομπῶν ὑμᾶς μετεκαλεσάμην χωρὶς ἀπάντων, ἐξαιρέτως πρὸς ὑμᾶς μόνον ἀπεστάλη· ὁ δὲ λόγος ἐστὶ μὲν καὶ σημαντικὸς τοῦ πράγματος ἐστὶ δὲ καὶ τεχνικός· ἐγκωμιάζει γὰρ πρῶτον αὐτούς, ἀναγκαῖον δὲ τῷ παριόντι πρῶτον ἐπὶ πολιτικὴν ἀρχὴν εὔνους ἑαυτῷ καταστῆσαι τοὺς ὑπηκόους· μετεπεμψάμην οὖν, φησίν, ὑμᾶς εἰδὼς ὅτι ἄνωθεν πρὸς Λάιον καὶ Οἰδίποδα εὐνοῖκῶς εἴχετε, ὡς δήπου καὶ πρὸς αὐτὸν τοιούτων φανησομένων· δηλοῖ δὲ διὰ τούτων καὶ τὴν ἡλικίαν τῶν κατὰ τὸν [*](12 λέσχην in rasura vocabuli λέγει. — 20 ἀπεστάλη] h. e. ἀποστολὴ (πομπὴ) ἐγένετο. — 26 τοιούτων] τούτων L, corr. Lasc.)

228
χορὸν γερόντων καὶ ἔτι ἄνωθεν ἀπὸ Λαΐου ὄντας ἐν πολιτείᾳ.

165 τοῦτο μέν: πρῶτον μέν.

167 τοῦτο: δεύτερον δέ.