Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

485 οὔτε δοκοῦντʼ οὔτʼ ἀποφάσκονθ᾿ οὔτε πιστὰ οὔτε ἄπιστα.

489 τί γὰρ ἢ Λαβδακίδαις: εἰκότως ἀποροῦσιν· ποῖον γὰρ νεῖκος γέγονε τοῖς ἀπὸ Λαβδάκου πρὸς τὸν Πολύβου; ἔτι γὰρ νομίζουσιν αὐτὸν εἶναι Πολύβου.

492 πρὸς ὅτου δὴ βασάνῳ ποίῳ λογισμῷ ἀντὶ τοῦ τίνος πράγματος κρίσει χρησάμενος τοῖς λεγομένοις πιστεύσω κατὰ Οἰδίποδος;

495 φάτιν — Οἰδιπόδα τὴν κατὰ τοῦ Οἰδίποδος γινομένην παρὰ Τειρεσίου.

498 ἀλλʼ ὁ μὲν οὖν Ζεύς: θέλουσιν ἀνατρέψαι τὰ ὑπὸ τοῦ Τειρεσίου εἰρημένα καί φασιν ὅτι οἱ μὲν θεοὶ συνετοὶ καὶ μόνοι τὰ τῶν ἀνθρώπων εἰδότες ὅτι δὲ οἱ μάντεις μᾶλλον τῶν λοιπῶν ἀνθρώπων τι ἐπίστανται οὔ φημι καὶ οὐδὲ ἡ κρίσις αὕτη ἀληθής ἐστι· γένοιτο μὲν γάρ τις κατὰ σύνεσιν ἕτερος ἑτέρου προήκων οὐ μὴν αὕτη γε ἡ ἐπιστήμη ἐκ μαντικῆς ἐστιν ἀλλʼ ἐκ φύσεως καὶ ἐντρεχείας ἑκάστῳ πάρεστιν.

500 οὔπω πιστεύω ὅτι οἱ μάντεις πλέον ἐμοῦ φρονοῦσιν.

503 σοφίαν νῦν φησι τὸν στοχασμόν· ὃ γὰρ λέγει τοῦτό ἐστιν, ὅτι ἐν τῷ στοχάζεσθαι ἄλλος ἄλλον παρέλθοι καὶ νικήσειεν.

[*](3 τῷ] τὸ L, corr. G. ταράσσει Br. — 9 ἀπὸ] ὑπὸ L, corr. Br. τὸν Πολύβου] τὸν Πόλυβον L, corr. Br. — 20 καὶ delevi. — 27 παρέλθοι] ἔλθοι L, corr. Br.)
187

505 ἀλλʼ οὔποτʼ ἔγωγ᾿ ἄν, πρίν: ἐγὼ δὲ οὐκ ἄν ποτε ἐπαινέσαιμι τοὺς μεμφομένους τὸν βασιλέα οὐδʼ ὀρθὸν ἂν αὐτῶν τὸ ἔπος φαίην πρὶν ἴδοιμι σαφῆ τὰ ἔργα καὶ τὴν ἀπόβασιν.

507 φανερὰ γάρ: ἃ μὲν ἐγκαλοῦσιν αὐτῷ ἄδηλα καὶ οὐ πάντως ἀληθῆ ἃ δὲ κατώρθωσε φανερὰ ὅτε ἐπελθούσης αὐτῷ τῆς Σφιγγὸς ὤφθη σοφός.

510 βασάνῳ θ᾿ ἡδύπολις κρίσει τε ἡδὺς ὤφθη τῇ πόλει· ἢ οὕτως, ἀπὸ τῆς βασάνου δὲ τῆς Σφιγγὸς ἡδέως διετέθη ἡ πόλις πρὸς τὸν Οἰδίποδα. κρίσει.

511 τῷ λείπει τὸ ἕνεκα.

512 ἔρχεται ὁ Κρέων ἐπὶ τῇ κατʼ αὐτοῦ ὑπονοίᾳ ἀγανακτῶν καὶ ἀπολογήσασθαι βουλόμενος.

515 ἀτλητῶν μὴ καρτερῶν, μὴ φέρων, δυσανασχετῶν.

518 οὐ βούλομαι ζῆν ἐπὶ ταύτῃ τῇ φήμῃ.

523 ἐπειδὴ τὸ τοῦ χοροῦ πρόσωπον ἰσόρροπον [*](Fol. 39a) δεῖ ἐν ταῖς διαίταις εἶναι διὰ τοῦτο καὶ νῦν παραμυθεῖται τὸν Κρέοντα ὅτι ἴσως κατʼ ὀργὴν τοῦτο εἶπεν ἐρεθισθεὶς. ὑπὸ τοῦ μάντεως.

525 κατʼ ἐρώτησιν ὁ λόγος.

ἐφάνθη ἐρρέθη.

528 τοῦ χοροῦ οὐκ ἔχοντος λέγειν τίνι γνώμῃ ταῦτα ἐλέγετο ἀπὸ τῶν ἔξωθεν συμβάλλειν βουλόμενος ὁ Κρέων περὶ τοῦ βλέμματος καὶ τοῦ σχήματος ἐν ᾧ ταῦτα ἔλεγεν ὁ Οἰδίπους πυνθάνεται.

ὀρθῆς ἀληθοῦς.

[*](2 ἐπαινέσοιμι L, corr. Elmsl. — 6 ὅτε] ὅτι G. — 17 evanida in L. habet Suid. v. βάξιν et μακραίωνα. — 24] ad v. 526 adscripta in L, corr. Lasc.)
188

529 κατηγορεῖτο κατηγόρει ὁ Οἰδίπους. τοὐπίκλημα ἔγκλημα.

534 τοῦδε τἀνδρὸς ἀντὶ ἐμοῦ· ἢ καὶ τοῦ Λαΐου.

543 ποίησον ἀντὶ τοῦ ποιήσεις· ἔστι δὲ Ἀττικισμός.