Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

439 αἰνικτὰ ἀσαφῆ καὶ κεκρυμμένα.

440 οὐκοῦν σὺ ταῦτʼ ἄριστος: ὥσπερ εἰρωνευόμενός φησιν, αἴνιγμά ἐστιν ὃ σὺ θᾶττον νοήσεις ὅτι καὶ τὸ τῆς Σφιγγὸς αἴνιγμα πρῶτος ἐξεῦρες· ὃ δέχεται εἰς ἔπαινον.

442 ἡ τύχη τὸ σὲ διαγνῶναι τὸ αἴνιγμα.

443 πάνυ τοῦτο προσαγωγὸν τοῦ πλήθους.

447 ἐνταῦθα παρρησιαστικώτερον ὅλον τὸ πρᾶγμα παραινίττεται ἀμφοτέρων τοῦ ποιητοῦ στοχασαμένου, τοῦ τε τῷ δράματι συμφέροντος ὅπως μὴ ἀνακαλύπτηται ἡ ὑπόθεσις (διὸ αἰνιγματωδῶς πάντα φησὶ) τοῦ τε τῷ προσώπῳ πρέποντος· ἔδει γὰρ εἰπεῖν τὸν μάντιν τὰ μετʼ ὀλίγον φανησόμενα.

449 ὡς περὶ ἑτέρου λέγων αὐτὸν αἰνίττεται.

454 τῇ ξυμφορᾷ τῇ συντυχίᾳ.

455 τὸ σκῆπτρον προδεικνὺς σύμβολον τῆς ἑαυτοῦ εὐγενείας ὅτι ἐκ βασιλέως πτωχὸς ἐγένετο.

460 ὁμόσπορος τὴν αὐτὴν σπείρων γυναῖκα.

463 ἀκόλουθά εἰσι τὰ τοῦ χοροῦ πρὸς τὰ προειρημένα, νῦν δὲ οὐκ ἔστιν αὐτοῖς εὐπρόσωπον ἀναλογίζεσθαι περὶ ὧν εἶπεν ὁ μάντις διὸ ἀνατρέχει ἐπὶ τὸ μάντευμα τοῦ θεοῦ· ὁ δὲ νοῦς, τίς ἐστιν οὗτος [*](1 σκευῶν add. Suid. — 4 οἱονεὶ L, corr. Lasc. — 8 οὔκουν in textu L. — 9 ἐστι σὺ θᾶττον L, correxi. — 22 δεικνὺς L, corr. G. — 25 εἰσι τὰ] εἰστα L, corr. Lasc.)

185
ὅντινα ἐμφανίζει τὸ μαντεῖον; ἢ οὕτω, τίς ἐστιν οὗτος ὃν κατώπτευσεν ἡ Δελφὶς πέτρα οἷον ὁ μὴ λαθὼν τὸ μαντεῖον τοῦ Ἀπόλλωνος;

465 ἄρρητʼ ἀρρήτων τῶν δεινῶν δεινότερα.

467 ἀελλοπόδων ταχέων.

472 κῆρες ἀναπλάκητοι: αἱ εἰς μηδὲν ἁμαρτάνουσαι [*](Fol. 38b) ἀλλὰ πάντων κρατοῦσαι· κῆρες δὲ τοῦ τελευτήσαντος Λαΐου· ἢ οὕτως, ἄφυκτοι, ἀπλάνητοι, ἀπροσπέλαστοι, ἀφανεῖς, ἃς οὐκ ἔστιν ἀποφυγεῖν.

476 πάντα πανταχοῦ.

477 φοιτᾷ γὰρ ὑπʼ ἀγρίαν | ὕλαν: ἐκεῖνος, ὁ πεφονευκώς, πανταχοῦ κρυπτόμενος οὐ βούλεται ἑαυτὸν ἐμφανίσαι· τὸ δὲ ἐξιχνεύειν ἐπήγαγεν καὶ τὰ ἄλλα ὀνόματα τροπικῶς ὡς ἐπὶ ἄγρας ταύρων τῶν ὑπὸ πάντων ζητουμένων καλῶν καὶ ὥσπερ ἐν ὕλῃ κεκρυμμένων· οἰκεῖα δὲ ταῦτα τὰ ὀνόματα, ἄντρα καὶ πέτραι.

479 μελέῳ ποδὶ χηρεύων: ἀντὶ μηδενὶ γιγνωσκόμενος, τῇ φυγῇ μονάζων· ὃ καὶ αὐτὸ οἰκεῖον τῇ θηριώδει διαίτῃ.

480 τὰ μεσόμφαλα γᾶς ἀπονοσφίζων: ἀντὶ φυγών· τὸν τόπον δὲ εἶπεν ἀντὶ τῶν χρησμῶν οἷον τοὺς χρησμοὺς διαφεύγει μέχρι νῦν ὁ μηνυθεὶς ὑπὸ τοῦ θεοῦ· ὅτι δὲ ἡ Πυθὼν μεσόμφαλος δηλοῖ καὶ ἡ περὶ τοὺς ἀετοὺς ἱστορία καὶ ὅτι χρύσεοι ἀετοὶ διὰ τοῦτο ἀνάκεινται καὶ ὅτι τούτου χάριν ὁ Ζεὺς ἐκεῖσε τὸ μαντεῖον ἱδρύσατο.

481 ἀλλʼ οὐδὲν ἧττον τὰ μαντεύματα περιποτᾶται ζῶντα καὶ ἰσχύοντα τῇ ἀληθείᾳ.

[*](15 καλῶν] suspectum, κυνῶν G. — 18 ὃ καὶ] ἢ καὶ L, corr. Elmsl. θηριώδη L, corr. G. — 20 φυγὼν] φεύγων Br. — 24 ἱστορία] ,,de hac dixit Valckenar. ad Theocriti Adoniaz. p. 402“ Dind.; vide etiam schol. Eurip. Orest. v. 331.)
186

483 δεινὰ μὲν οὖν, δεινά: μεταβαίνουσιν ἐπὶ τὰ εἰρημένα ὑπὸ Τειρεσίου· σοφὸν μὲν οὖν αὐτὸν ὁμολογοῦσιν τῷ δὲ ταράσσειν ἐχρήσατο ἐπεὶ ἔδοξε δυσχερῶς ἐνεχθῆναι πρὸς τὸν ἄρχοντα.

484 οἰωνοθέτας ὁ Τειρεσίας.