Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

545 σὺ μὲν δεινὸς εἶ ἐν τῷ λέγειν ἐγὼ δὲ οὐ μετʼ εὐνοίας σοῦ ἀκούω διὰ τὴν δυσμένειαν.

552 οὐκ ἐκτίσειν τὴν τιμωρίαν.

556 σεμνόμαντιν ἐν εἰρωνείᾳ· εὐήθη γὰρ θέλει λέγειν τὸν Τειρεσίαν.

557 ἔθʼ αὑτός: ὁ αὐτός.

559 ἐπεὶ κατὰ παράλειψιν εἶπεν λέγει, τί με ἐρωτᾷς; ἀγνοῶ.

566 ἔρευναν ζήτησιν, δοκιμασίαν.

[*](Fol. 39b)

572 ὁ μάντις εἰ μὴ ἐλάμβανέν σε κοινωνὸν τοῦ βουλεύματος οὐκ ἄν με ἔφη τοῦ Λαΐου φονέα.

580 ἃν τὸ τέλειον ἃ ἂν ἀντὶ τοῦ ἅτινα ἄν.

κομίζεται ἀντὶ τοῦ ἔχει.

597 ἐκκαλοῦσι προκαλοῦσιν.

598 ἐνταῦθ᾿ ἀντὶ ἐμοί.

599 πῶς δῆτʼ ἐγὼ κεῖνʼ ἂν λάβοιμι: προκατασκευάσας ὡς ἄμεινόν ἐστιν αὐτῷ τοῦ τυραννεῖν τὸ ἀφόβως κοινωνεῖν τῇ τυραννίδι τοῦτο ἐπήνεγκεν· ὁ γὰρ νοῦς, ὁ ταῦτα τὰ συμφέροντα ἐνθυμούμενος οὐκ ἂν γένοιτο κακὸς ὥστε ἑτέρῳ τινὶ ἀσυμφόρῳ ἐπιχειρῆσαι. κεῖνα τὰ κακὰ ἀντὶ τῶν καλῶν.

600 φρονῶν ἀντὶ φρονοῦντος· ἢ οὕτως, ὁ καλῶς φρονῶν νοῦς οὐκ ἂν κακὸς γένοιτο.

[*](1 ατηγόρει] κατηγορεῖ L, corr. Elmsl. — 3 ἢ addidi. — 22 ἀφόβως τυραννεῖν κοινωνεῖν vocabulo τυραννεῖν deleto L. — 26 φρονοῦν L, φρονοῦντος G.)
189

603 καὶ τῶνδʼ ἔλεγχον τοῦτο μὲν Πυθώδʼ ἰών: ζήτησον, φησίν, εἰ τὸν χρησμὸν ὑγιῶς ἀφῖγμαί σοι φέρων εἶτα εἰ κατεκοινώνησα τοῦ μαντείου τῷ Τειρεσίᾳ.

607 διπλῇ ὅτι καὶ αὐτὸς τὸν ἐμαυτοῦ καταψηφίσομαι θάνατον.

611 ἴσον γάρ ἐστι κακὸν ἀπωθήσασθαι φίλον ἐσθλὸν καὶ τὸν ἑαυτοῦ βίον.

616 σοὶ εὐλαβουμένῳ πεσεῖν καὶ ἐπιβουλευθήσεσθαι παῤ αὐτοῦ καλῶς ἔλεξεν ὁ Κρέων ὅτι ἐν χρόνῳ γνώσῃ τάδʼ ἀσφαλῶς, ὁποῖός εἰμι περὶ σέ· ὁ γὰρ ταχὺ βουλευόμενος καὶ μὴ πολλάκις βασανίζων τὴν γνώμην σφάλλεται πρὸς ὃ ὁ Οἰδίπους φησὶν ὅτι πρὸς τὰς ταχείας ἐπιβουλὰς δεῖ ταχεῖαν καὶ τὴν ἄμυναν εἶναι.

620 τὰ τοῦδε τὰ τοῦ Κρέοντος τοῦ ἐμοὶ [*](Fol. 40a) ἐπιβουλευσαμένου.

621 τἀμὰ ἡ ἄμυνα.

625 οὕτω λέγεις ὡς μὴ πεισθησόμενός μοι ἀλλʼ ἀντιλέξων τῇ κελεύσει.

626 ὅσον ἧκον εἰς ἐμὲ καλῶς βουλεύομαι· ἢ οὕτω, τὸ γοῦν ἐμαυτῷ σύμφορον ποιῶ πρὸς ὅ φησιν ὁ Κρέων ὅτι καὶ τὸ ἐμὸν συμφέρον δεῖ σε σκοπεῖν, ὅτι οὐ δεῖ με ἀκαίρως ὑπονοεῖσθαι.