Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

871 ὑφʼ ἡδονῆς τοι: ἡ Χρυσόθεμις παραγέγονεν τὰ ὑπὸ τοῦ Ὀρέστου ἐγκείμενα τῷ τάφῳ εὑροῦσα. τοῦτο τὸ πρόσωπον εἰσήγαγεν ἵνα μὴ εἰς μακρὸν ἡ ὀλόφυρσις Ἠλέκτρας γένηται.

872 λείπει ἡ ὑπέρ, ὑπὲρ τοῦ σὺν τάχει μολεῖν.

875 τῶν ἐμῶν σὺ πημάτων: τῶν νοσημάτων τὰ μὲν θεραπεύεται προσκαίροις θεραπείαις ὅπερ ἐστὶν ἄρηξις τὰ δὲ θεραπεύεται παντελῶς ὅπερ ἐστὶν ἴασις· κατʼ οὐδένα οὗν τρόπον προκόπτει τὰ ἡμέτερα ἐπὶ τὸ βέλτνον.

876 ἰδεῖν ἔτι.

878 κλύουσ᾿, ἐναργῶς: ἐπὶ τοῦ κλύουσα πρὸς βραχὺ διαστικτέον ἵνʼ ᾖ πάρεστʼ ἐναργῶς, ἴσθι τοῦτο κλύουσα ἐμοῦ.

[*](Fol. 26 b )

888 βλέψασα θάλπῃ: ἀντὶ παρακόπτεις τὰς φρένας ὡς ἐν πυρετῷ· ἀνηκέστῳ δὲ πυρὶ ὡσεὶ ἔλεγεν ἀνιάτῳ ἐλπίδι· ἀνέλπιστον γὰρ τὸ παραγενέσθαι Ὀῥέκτην ἤδη ἀπολωλότα.

θερμαίνει τῇ χαρᾷ.

893 ἀρχαῖον τὸν ἐκ πολλοῦ ᾠκοδομημένον.

895 πηγὰς γάλακτος πολὺ γάλα ὡς τὸ δακρύων πηγὰς ἀντὶ πολλὰ δάκρυα.

[*](2 ὅτι add G. ἀπροειδὴς L, corr. Lasc. λώβη add. G. — 3 πέπονθεν] τέθνηκεν G. — 8 τοῦτο 〈δὲ〉 τὸ πρόσωπον? — 20 βλέψασα] κλέψασα (ut in textu) L, corr. apographa παρακόπτῃ Suid. v. ἀνήκεστα — 24 θερμαίνεις L, corr. Dind. — 26 δακρύων πηγὰς] Antig. v. 803)
143

896 ἐστὶν εἰσίν.

θήκην πατρὸς τὴν σορὸν λέγει ἔνθα τὸ λείψανον ἐτέθη.

901 νεώρη τὸν νεωστὶ ἠρτημένον· ἢ ἐκ νέου τινὸς καὶ ὥραν ἔχοντος νέαν.

903 ψυχῇ σύνηθες ὄμμα ὅραμα ὃ ἀεὶ ἐφανταζόμην κατὰ ψυχήν.

908 τὸ μὲν ἀπὸ τῆς ὄψεως τοῦ βοστρύχου κινεῖσθαι ἐπὶ τὴν ἀλήθειαν γελοῖον· πιθανῶς οὖν ἐπάγει ὅτι οὐδενὶ ἄλλῳ ἢ τῷ πάνυ συνημμένῳ κατὰ γένος τὰ τοιαῦτα προσήκει.

909 τόδε τὸ ἀποκείρασθαι τὰς κόμας δῆλον ὅτι.

915 τἀπιτίμια τὰ ἐπὶ τῇ τιμῇ γινόμενα τοῦ πατρός.

γράφε τἀγλαΐσματα.

919 κῦρος ἐπιτευκτικὴ καὶ κυρία.

ἐπιτυχία.

922 φέρει γράφε ἔφυς.

929 ἐστιν οὐ κατὰ τοῦτο τῇ μητρὶ δυσχερὴς ὀφθεὶς καὶ διὰ τῆς ἀγγελίας λυπήσας αὐτήν.

δυσχερὴς γράφε δυσμενής.

933 μνημεῖʹ Ὀρέστου τοῦ Ορέστου μνημόσυνα.

[*](Fol. 27 a)

942 ὧν ἐγὼ φερέγγυος; ὧν ἐγὼ εἰς τὸ πράττειν ἀσφαλής εἰμι;

φερέγγυος λέγεται ὁ ἀναδεξάμενός τι καὶ δυνάμενος ἀποτῖσαι οἷον ἀξιόχρεως, δυναμένη ἀναδέξασθαι τὴν ἐγχείρησιν.

[*](25 ἀναδεξάμενος] ἐκδεξάμενος L, correxi. — 27 τὴν ἐγχείρησιν add. G, Suid v. φερέγγυος)
144

944 τοῦτο τῷ προτέρῳ ὅμοιον

  • ἦ τοὺς θανόντας ἐξαναστήσω ποτέ;