Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

839 ὁ χορός φησιν ὅτι καὶ ἐν αὐτῷ τῷ θανάτῳ ἐστί τις εὐτυχία· τιμὴν δὲ αὐτῷ φησιν ἔσεσθαι διὰ τὸ μαντεύεσθαι αὐτόν.

840 οὐ προσιεμένη οὐδὲ τοὺς τοιούτους λόγους Fol. 26 a θρηνεῖ ἡ Ἠλέκτρα.

841 πάμψυχος ἀνάσσει: ἀντὶ πασῶν ψυχῶν ἀνάσσει αἳ δὴ ἐν χρείᾳ καθεστᾶσι τῆς ἐκείνου μαντικῆς· ἢ πάμψυχος ὁ διασῴσας πᾶσαν τὴν ἑαυτοῦ ψυχὴν ἢ ὁ διὰ παντὸς τὴν ψυχὴν σῴζων ὅ ἐστιν ἀθάνατος.

842 μνησθεῖσα τῆς Ἐριφύλης ἡ Ἠλέκτρα ἀναβοᾷ ἐπὶ τῷ ἤθει αὐτῆς δυσχεραίνουσα.

843 φεῦ δῆτʼ· ὀλοὰ γάρ. ὁ χορὸς συγκατατιθέμενός φησιν ὅτι δικαίως ἀνεβόησας· ὀλοὴ γὰρ ἦν ἡ Ἐριφύλη· ὅρα δὴ οὖν εἰ ἔπραξέ τι ὁ χορός· ἀπέσπασε [*](16 ἔσεσθαι] γενέσθαι Michaelis. — 21 αἳ] ἃ L, corr. Br.)

140
γὰρ αὐτὴν τοῦ θρηνεῖν ἐμβαλὼν τὸ κατʼ αὐτὴν μύθευμα.

844 ἐδάμη ἡ Ἐριφύλη δῆλον ὅτι. ὁ δὲ λόγος ἀποφαντικός, ὁ χορὸς δὲ ὡς πυνθανομένης ἐπάγει τὸ ναί.

846 οἷδ᾿ οἶδʼ. ἐφάνη: οἶδα ὅτι ἐδάμη· ἐφάνη γὰρ ὁ ἐπιμελούμενος τοῦ ἐν τῷ φόνῳ τουτέστι τιμωρὸς τοῦ πατρός, ἐμοὶ δὲ οὐδεὶς πάρεστιν ἀποθανόντος Ορέστου· ὁ μὲν οὖν χορὸς παρέβαλεν τὸν Ἀγαμέμνονα τῷ Ἀμφιαράῳ ἵνα Ἠλέκτρα εὔελπις εἴη περὶ τοῦ πατρὸς ὅτι τεύξεται τιμῆς τινος ἡ δέ φησιν ὅτι Ἀμφιάραος ὑπὸ τοῦ Ἀλκμαίωνος ἔτυχεν τιμωρίας· πάνυ δὲ περιπαθῶς τὸ πάθος τοῦ Ἀγαμέμνονος εἰς ἑαυτὴν μεταφέρει διὰ τοῦ ἐμοὶ δʼ οὔτις.

μελέτωρ φροντιστής, ᾧ ἐπιμελὲς γέγονεν μετελθεῖν τὸν τοῦ πατρὸς θάνατον.

847 ἀμφὶ τὸν ἐν πένθει τὸν Ἀμφιάραον.

849 δειλαία δειλαίων καὶ τοῦτο εἶδος παραμυθίας, τὸ εἴς τι παραχωρεῖν τοῖς λυπουμένοις καὶ συγχωρεῖν αὐτοῖς κλαίειν ὡς ἐπὶ ἀπαρηγορήτοις κακοῖς.

850 κἀγὼ τοῦδʼ ἵστωρ: οἶδα, φησίν, ὅτι δειλαία εἰμὶ- αὐτῷ τούτῳ τῷ πανσύρτῳ τῶν πολλῶν ἀχέων· πανσύρτῳ δὲ πάντα σύροντι τὰ κακὰ ἢ πανσύρτῳ τῷ μετὰ πάσης ὁρμῆς τῶν κακῶν ὡρμημένῳ· παμμήνῳ δὲ τῷ πολυχρονίῳ καὶ διηνεκεῖ· δειλαία οὖν εἰμι οἷον κατʼ αὐτὸ τοῦτο καθὸ πάντα τὰ ἄχη εἰς ἡμᾶς συνεσύρη καὶ διηνεκῆ παρέμεινεν.

[*](4 ἀποφατικὸς L, corr. G. — 7 τιμωρὸς] ὁ τιμωρὸς G, Suid. v. μελέτωρ. — 14 διὰ τὸ L, corr. G. — 23 πάντα] τῷ πάντα G, Suid. v. ἴστωρ.)
141

κἀγὼ τοῦδʼ ἵστωρ: κἀγὼ τούτου ἐπιστήμων εἰμί, ὅτι ταλαίπωρός εἰμι.

851 πανσύρτῳ πάντα σύροντι τὰ κακά. παμμήνῳ πολυχρονίῳ.

854 μή μέ νυν μηκέτι: μηκέτι οὖν με, φησί, παρηγορήσητε ὅπου γε οὐ πάρεισιν αἱ τῶν ἐλπίδων ἀρωγαὶ αἱ ἀπὸ τῶν ἀδελφῶν· κοινοτόκων δὲ τῶν ἀπʼ ἀμφοῖν τῶν γονέων· διὰ δὲ τοῦ εὐπατριδᾶν ηὔξησε τοῦ πατρὸς τὸ ἐγκώμιον οἷον εὐγενῶν καὶ γενναίων οἷος ἦν καὶ Ὀρέκτης γεγονὼς ἐξ Ἀγαμέμνονος· ἢ κοινοτόκων τῶν ἀδελφικῶν, τῶν τοῦ αὐτοῦ πατρὸς κεκοινωνηκότων.

855 παραγάγῃς παρηγορήσῃς.

856 διὰ μέσου τὸ τί φής;

858 κοινοτόκων τινὲς τῶν πᾶσι κοινῶν.

861 ἦ καὶ χαλαργοῖς: ταῖς λευκόποσιν ἢ ταῖς ταχείαις ἐν ταῖς χηλαῖς, τὰς χηλὰς δὲ ἀντὶ τῶν ὁπλῶν παρέλαβεν· εἰπόντος δὲ τοῦ χοροῦ

  • πᾶσι θνατοῖς ἔφυ μόρος
  • ἀντιτίθησιν ἡ Ἠλέκτρα, ἆρα οὖν οὕτω πέπρωται τοῖς θνητοῖς τελευτᾶν ἐν ταῖς ἁμίλλαις ταῖς ἱππικαῖς; τμητοῖς δὲ ὁλκοῖς τοῖς ἱμᾶσιν· ὁλκοὺς οὖν ἀντὶ τῶν ἱμάντων ἐν οἷς εἱλκύσθη.

    863 τμητοῖς ὁλκοῖς τμητοῖς λώροις.

    864 ἄσκοπος ἁ λώβα ἀπροόρατος ὁ θάνατος.

    [*](3 σύροντι] σύρον L, correxi et τὰ addidi. — 5 νυν] νῦν (ut in textu) L. — 10 ἀ⋆⋆γαμέμνονος L; erasa δε (sequentis vocabuli ἀδελφικῶν) fuerunt. — 15 κοινῶν i. e. κοινωνῶν — 16 ταῖς λευκόποσιν] τοῖς λευκόποσιν L, corr. Βr, — 17 τὰς addidi. — 18 ὅπλων L, corr. Lasc — 19 θνητοῖς L, corr G.)
    142

    865 πῶς γὰρ οὔκ; εἰ ξένος: τοῦ χοροῦ εἰπόντος ὅτι ἀπροϊδὴς ἡ κατὰ τὸν ἀγῶνα λώβη ἡ Ἠλέκτρα πρὸς ἕτερον ἐπήγαγεν ὅτι δὴ πέπονθεν ἀπροσδοκήτως ἐπʼ ἀλλοδαπῆς τελευτῶν καὶ ἐμοῦ χωρίς.

    868 κέκευθεν ἀντὶ τοῦ κρύπτεται.