Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

945 εὐτυχεῖ ἀντὶ τοῦ ἐπιτυγχάνεται.

946 ξυνοίσω συμπονήσω.

τοῦτο συνῳδὸν τῷ

  • τί γὰρ κελεύεις ὧν ἐγὼ φερέγγυος;
  • 953 πράκτορʼ ἔκδικον.

    958 ποῖ: ἀντὶ εἰς τίνα χρόνον;

    964 οὐ γὰρ ὧδʼ ἄβουλός ἐστʼ ἀνήρ: προειποῦσα τὰ δεινὰ τὸ χαλεπώτερον ἐπιφέρει, ὡς οὐδὲ μεταβολῆς τυχεῖν ἐλπὶς ἔνεστιν.

    972 γνώμη.

    975 τίς γάρ ποτʼ ἀστῶν. ὅρα ἐν τούτῳ τῷ λόγῳ τὰς ἐπιχειρήσεις τῆς Ἠλέκτρας ὅτι πάντα τέθεικεν τὰ ἀγαθὰ ἅπερ αὐταῖς παρέσται ἀνελούσαις τὸν Ἀἴγισθον, τὰ δὲ ἕτερα ὑπεξῄρηκεν ὁποῖα πείσονται ἀλοῦσαι· καίτοι ἦν κατὰ τὸ πάθος τῆς Ἠλέκτρας κἀκεῖνα προσθεῖναι, ὅτι καλόν μοι ἀποθανεῖν οὕτω δυστυχούσῃ ὁποῖα καὶ πρόσθεν ἔλεγεν

  • ὡς χάρις μὲν ἂν θάνω
  • λύπη δʼ ἐὰν ζῶ·
  • ἀλλʼ ᾔδει τὸ περίφοβον τῆς Χρυσοθέμιδος ὥστε ἑκοῦσα τοὺς δειλοτέρους τῶν λόγων ὑπεξεῖλεν ὥστε μηδὲ εἰς ἔννοιαν τῶν κινδύνων ἐκείνην καταστῆσαι.

    977 ἴδεσθε τώδε: ἐπὶ τῶν θηλυκῶν τοῖς ἄρσενικοῖς [*](2] v. 940. — 6] v. 942. — 20] v. 821. ἂν θάνω] ἢν κτάνῃ in textu L. — 21 ἐὰν] ἂν L. — 23 τοὺς δεινοτέρους Michaelis.)

    145
    ἀρσενικοῖς ἄρθροις κέχρηται ὅπερ σύνηθες Ἀττικοῖς· τὼ χεῖρε γάρ φασι· καὶ Ὅμηρος

    τὼ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθʼ ὁμοῖαι.

    τώδε ἀντὶ τάσδε.

    978 ὣ ἀντὶ αἵτινες.

    980 προὐστήτην φόνου προέστησαν περὶ τοῦ φόνου τῶν ἐχθρῶν.

    981 τούτω ἀντὶ τοῦ ταύτας.

    [*](Fol. 27 b)

    990 ἐν τοῖς τοιούτοις ἐστίν: ὁ χορὸς ὑπερτεθαυμακὼς τὸ τολμηρὸν τῆς Ἠλέκτρας φησὶν ὅτι μετὰ προγνώσεως καὶ ἀσφαλείας τὰ τοιαῦτα δεῖ καὶ λέγειν καὶ ἀκούειν.

    992 εἰ φρενῶν ἐτύγχαν᾿ εἰ ἐφρόνει.

    993 ἐσῴζετʼ ἂν φησὶ τὴν εὐλάβειαν: οὐ σῴζει, φησί, τὴν εὐλάβειαν ἀλλʼ ἔστι θρασεῖα καὶ ῥιψοκίνδυνος.

    995 τοιοῦτον θράσος αὐτή θ᾿ ὁπλίζῃ: λίαν ἐμφαντικῶς τῷ θράσει φησὶν αὐτὴν ὁπλίζεσθαι ὡς μηδὲν ἀμυντήριον αὐτὴν ἔχουσαν ἢ μόνον θράσος.

    997 γυνὴ μὲν οὐδʼ ἀνήρ: ταῦτα πάντα ὅμοιά ἐστι τοῖς ἐν Ἀντιγόνῃ, εἰ δέ τις παραβάλοι εἴσεται τοῖς αὐτοῖς διανοήμασι χρησάμενον Σοφοκλέα.

    998 τοῦτο δεύτερον κεφάλαιον.

    999 δαίμων δέ: τοῦτο τρίτον κεφάλαιον καὶ ἄναγκαιότερον, ὡς οὐδὲ ἐκ παραδόξου κατορθῶσαι ἡμᾶς τὴν ἐπιχείρησιν εἰκὸς τῆς τύχης μὴ συλλαμβανομένης.

    1000 ἀπορρεῖ ἐλαττοῦται, μαραίνεται.

    [*](1 alterum ἀρσενικοῖς inclusit Lasc. — 3 Π. ε 778 ubi vulgo αἱ δέ; cf schol. Οed Col. v. 1676 — 14 φησὶ del. G, V. — 17 ἐμφατικῶς L, corr. G. — 21 ἐν Ἀντιγόνῃ] v. 61 sqq. δὲ addidi.)
    146

    1005 λύει γὰρ ἡμᾶς οὐδέν: οὐ λυσιτελεῖ γὰρ ἡμῖν, φησίν· οὐκ ἀπαλλάσσει τῶν κακῶν.

    ἀντὶ οὐδὲν ἡμᾶς ἐκλύσεται.