Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

432 καὶ ἵνα μὴ ἀποτρέψῃ εἴ τι κακὸν μέλλοι γενέσθαι διὰ τῶν ὀνείρων.

436 εὐνὴν νῦν τὸν τάφον.

439 ἀρχὴν δʼ ἂν εἰ μὴ τλημονεστάτη: καθόλου, φησίν, εἰ μὴ τολμηροτάτη πασῶν ἐτύγχανεν οὐκ ἄν ποτε [*](2 κακὸν L, corr. G. — 8 παριστάναι L, corr. G, H. — 13 ἔποικον] ἐπʼ οἶκον L, corr. V, Suid. v. ἐφʼ ἑστίας. — 14 ἐσήμαινεν? — 21 αὐτὴ] αὐτῆ L, corr. Lasc. — 22 καὶ delet Lasc. μέλλει Lasc.)

123
ταῦτα ἔπραττεν ἐπὶ τιμῇ τοῦ πατρὸς ὃν αὐτὴ ἀνεῖλεν· εἰκὸς οὖν αὐτὴν τοῦτο ἐπί τινι λυσιτελοῦντι πράττειν ᾧ μὴ ὑπουργήσῃς σύ.

445 ἐμασχαλίσθη κἀπὶ λουτροῖσιν κάρα: εἰώθεισαν τῶν ἀναιρουμένων εἰς τὰς κεφαλὰς ἀπομάσσειν τὰ ξίφη ὥσπερ ἀποτροπιαζόμενοι τὸ μύσος τὸ ἐν τῷ φόνῳ· τὸ δὲ ἐξέμαξεν ἐπὶ τοῦ Ἀγαμέμνονος ὅς ἐμασχαλίσθη ὑπὸ τῆς Κλυταιμήστρας καὶ τὸ κάρα αὐτοῦ τὰς κηλῖδας τούτων τὰς ἐπὶ τῷ φόνῳ ἐξέμαξεν· οὐ δεἵ δὲ διαφωνίαν δοκεῖν εἶναι πρὸς τὸν Ὅμηρον ἐπεί φησιν ἐκεῖνος

  • δειπνίσσας ὡς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ·
  • ἤρκει γὰρ τὰ ὅλα συμφωνεῖν τῷ πράγματι· τὰ γὰρ κατὰ μέρος ἐξουσίαν ἔχει ἕκαστος ὡς βούλεται πραγματεύσασθαι εἰ μὴ τὸ πᾶν βλάπτῃ τῆς ὑποθέσεως. ἄλλως: εἰώθεσαν οἱ δρῶντες ἐμφύλιον φόνον ἀκρωτηριάζειν τοὺς ἀναιρεθέντας ἐκ παντὸς μέρους τοῦ σώματος ἀποτεμνόμενοι καὶ περιάπτειν ἑαυτοῖς τὰ ἄκρα συνείροντες διὰ τούτων ὥσπερ τὴν δύναμιν ἐκείνων ἀφαιρούμενοι διὰ τὸ μὴ παθεῖν εἰς ὕστερόν τι παρʼ ἐκείνων δεινόν· ἐφόρουν δὲ εἰς τὰς μασχάλας τὰ ἄκρα ὃ καὶ μασχαλισθῆναι ἔλεγον. ἄλλως: ἐπὶ ταῖς καθάρσεσι τοῦ φονευθέντος τὰ ἄκρα ἔτεμνον καὶ περὶ τὴν μασχάλην αὐτοῦ ἐκρέμαζον αὐτὰ ἵνα, φασίν, ἀσθενὴς [*](1 τοῦ serius additum. — 4 λουτροῖσι L. — 7 et 9 ἐξαίμαξεν (ut in textu pr) L, corr. G, V. — 10 Ὅμηρον] ὄνειρον L, corr. G, V, — 11 Od. δ 535 δειπνήσας L, δειπνίσας G. κατέκτεινε L, corr. G, V. — 17 ἀποταμνόμενοι L, corr. G, V, Suid. v. μασχαλισθῆναι. καὶ add. Suid. ἑαυτοῖς] αὐτοῖς V. — 18 συνείραντες L, corr. V, Suid. — 21 μασχαλίσθαι L, corr. Suid. — 23 φασὶν] φησὶν L, corr. Suid.)
    124
    γένοιτο πρὸς τὸ ἀντιτίσασθαι τὸν φονέα· καὶ Ἀπολλώνιος
  • ἐξάργματα τάμνε θανόντος
  • περὶ τοῦ Ἰάσονος.

    οἷον ὑπὸ τὰς μασχάλας ἔλαβεν τὰ ἄκρα ἀντὶ τοῦ ἠκρωτηριάσθη.

    446 κηλῖδας ἐξέμαξεν: ἢ τῇ ἑαυτῶν κεφαλῇ ἀπέμασσον τοῦ ξίφους τὰς κηλῖδας ἢ τῇ τοῦ φονευομένου ὥσπερ τὰς ἐπὶ τῷ μύσει κηλῖδας ἀποτρεπόμενοι.

    448 προοικονομικῶς ἀποστέλλει αὐτὴν εἰς τὸν τάφον ἐπὶ τὸ εὑρεῖν τὸν βόστρυχον Ὀρέστου.

    451 ἀλιπαρῆ τρίχα. περιπαθῶς μὲν τὸ τῆς πενίας τὸ δὲ ἀλιπαρῆ ἀντὶ τοῦ αὐχμηράν· ἐν δὲ τῷ ὑπομνήματι λιπαρῆ ὅ ἐστιν ἐξ ἧς αὐτὸν λιπαρήσομεν ὡς εἰ ἔλεγεν ἱκέτιν τρίχα.

    452 καὶ ζῶμα τοὐμόν: σύμφωνον τοῦτο τῷ

  • ὧδε μὲν
  • ἀεικεῖ σύν στολᾷ·
  • ζῶμα δὲ νῦν τὴν ζώνην δηλοῖ οὐ τὸ ἔνδυμα ἵνα τούτῳ στέφῃ τὸν τάφον ἀντὶ μίτρας· δίδωσι γὰρ τὸ ζῶμα ἀντὶ ταινίας.

    [*](Fol. 22 a)

    455 ἐξ ὑπερτέρας χερός ἀντὶ τοῦ ἰσχυροτέρας οἷον μετὰ δυνάμεως μείζονος.

    463 κοινῷ πατρὶ τῷ ἐμῷ καὶ σῷ.

    [*](3 Argonaut. δ 477. τέμνεν L, τέμνε V. — 4 περὶ add. Suid. — 7] schol. v. 446 et v. 445 ἄλλως — Ἰάσονος inverso ordine sed praefixis literis β’ et α΄ habet L. ἐξαίμαξεν L, corr. V. — 10 προωκονόμισεν (προῳκονόμησεν Dind.) ἀποστέ (ἀποστέλλουσα Dind.) G; an οἰκονομικῶς προαποστέλλει? cf. schol. v. 785 προοικονομεῖν legitur in scholio v. 1384. — 11 εὑρεῖν] v. 900 sqq. — 16 τῷ] τὸ L, corr. Lasc. — 17] v. 190. — 20 δίωσι] Elextra.)
    125

    466 τὸ γὰρ δίκαιον οὐκ ἔχει λόγον: οὐκ ἔχει λόγον τὸ φιλονεικεῖν περὶ τοῦ δικαίου ὥστε περὶ αὐτοῦ δύο ὄντας ἐρίζειν· δεῖ γὰρ τὸν ἕτερον τῷ ἑτέρῳ πείθεσθαι· ἢ τὸ οὐκ ἔχει λόγον ἀντὶ τοῦ οὐ παρέχει πρόφασιν. ἄλλως: οὐ δισταγμοῦ, φησί, καὶ ἀμφιβολίας προσδεῖται τοῖς δύο πότερον δεῖ ταῦτα ποιεῖν ἢ προσερίζειν.

    469 σιγὴ παρʼ ὑμῶν: εὐλαβὴς οὖσα ἡ Χρυσόθεμις κρύπτειν ἀξιοῖ τὸν χορόν.

    471 πεῖραν τὴν ἐπιχείρησιν.

    472 εἰ μὴ ἐγὼ παράφρων. ὁ χορὸς ἐκ τοῦ ὀνείρου προμαντευόμενος θαρρεῖν παραινεῖ τὴν Ἠλέκτραν. ἀνόητος.

    475 εἶσιν ἁ πρόμαντις. ἡ προμαντευομένη τὰ μέλλοντα ἢ τοῖς συνετοῖς προγινωσκομένη.

    477 μέτεισιν: μέτεισι, φησί, παρέχουσα τούτοις δύναμιν ὡς χειρώσασθαι τοὺς ἐχθρούς.

    482 οὐ γάρ ποτʼ ἀμνηστεῖ: οὐ γὰρ ἀμνημονεῖ, φησί, τῶν τολμηθέντων καθ᾿  ἑαυτοῦ ὁ βασιλεὺς ἀλλ᾿  ἐπεξελεύσεται κατὰ τῶν ἐχθρῶν.

    484 χαλκόπληκτος. ἀπὸ κοινοῦ τὸ ἀμνηστεῖ, οὐδʼ ἀμνημονεῖ, φησίν, ἡ χαλκόπληκτος γένυς ἡ ἑλοῦσα αὐτὸν ἀλλὰ καὶ αὐτὴ τιμωρὸς ἥξει κατὰ τῶν δρασάντων.

    485 γένυς εἶδος πελέκεως.

    488 ἥξει καὶ πολύπους: ἡ Ἐρινὺς ἡ ἐκείνῳ τῷ φόνῳ ἀκολουθήσασα· οὕτως ἐν τῷ ὑπομνήματι.

    ἥξει καὶ πολύπους: τὸ πολύπους ἐν ὑπερβολῇ ἔθηκεν ἐν δὲ τῷ ὑπομνήματι κεῖται πολύπαις· ἐπεὶ γάρ, φησίν, ἐν τῷ Ὀρέστῃ τὴν πᾶσαν ἐλπίδα ἔχουσι ἥξει καὶ πολύπους [*](6 δεῖ] διὰ L, corr. Lasc. — 24 ἀμφήκης γένυς: deleto primo lemmate L. — 26 τὸ — ἔθηκεν] inclusi.)

    126
    τὸ πολύπαις ἐν ὑπερβολῇ ἔθηκεν, ἡ πολλὰ κακὰ τίκτουσα.