Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

491 χαλκόπους: ἡ στερεὰ καὶ ἀκοπίαστος ἐν τῷ ἐπιέναι κατὰ τῶν φονέων.

492 ἄλεκτῤ ἄνυμφα: ἀντὶ τοῦ οὐ νενομισμένα ἀλλὰ παράνομα διὰ τὴν μοιχείαν.

δύσλεκτρα καὶ κακόνυμφα.

493 μιαιφόνων | γάμων: ἤτοι ἐπὶ τῆς Ἐρινύος ἐστὶν ὁ λόγος, ἐπέβη γὰρ ἐπὶ ἁμιλλήματα γάμων ἄλεκτρα καὶ ἀνύμφευτα, ἐπέβη δὲ τούτοις οἷς οὐ θέμις, οὓς οὐκ ἐχρῆν εἰς γάμον ἤγαγεν ἡ Ἐρινὺς διόπερ καὶ νῦν αὐτοὺς μετελεύσεται ἢ ἐπὶ τῆς Κλυταιμήστρας ἐστὶ τὸ λεγόμενον, τὸ δὲ οἷσιν οὐ θέμις ἐπὶ τῶν γάμων· φησὶν οὖν ὅτι ἐπέβη γάμοις ἡ Κλυταιμήστρα οἷς οὐκ ἔπρεπεν.

495 πρὸ τῶνδέ τοι μ᾿  ἔχει: λείπει τὸ ἐλπὶς ἢ θάρσος με ἔχει μὴ πρὸ τούτων, τῶν προειρημένων, Αἴγισθόν φησι καὶ Κλυταιμήστραν, τοῦτο τὸ ὄναρ ἄψεκτον ἡμῖν προσπελάζειν ἀλλʼ ἀκουσόμεθα ψεγομένου αὐτοῦ παρὰ τῶν θεασαμένων αὐτὸν λεγόντων ὅτι κακῶν ἦν σημαντικός. ἄλλως: θαρρῶ ὅτι τοῖς δρῶσι ταῦτα τὰ ἄδικα καὶ συνδρῶσιν αὐτοῖς οὐκ ἔσται ἄψεκτος ὁ ὄνειρος· παθόντες γὰρ ψέξουσι τὸ ὀφθέν.

ἔχει θάρσος· τὸ τοι σύνδεσμος παραπληρωματικός.

497 τέρας τὸ τοῦ ὀνείρου  τέρας.

498 τοῖς δρῶσι καὶ συνδρῶσιν: ὑμῖν ταῖς δρώσαις ὑπὲρ Ἀγαμέμνονος καὶ ἡμῖν ταῖς συνδρώσαις καὶ συναχθομέναις.

[*](5 οὐ add. V, Suid. v. ἄλεκτρα — 17 θάρσος] ex v. 479. — 18 αἴγισθός φησι καὶ κλυταιμήστρα L, corr. V. — 20 αὐτὸν] sc. τὸν ὄνειρον. — 26 δρώσάσ (σ ex ν) L.)
127

500 δεινοῖς τοῖς ἐκφοβοῦσιν τοὺς ὁρῶντας ὅταν ὦσι δεινοί.

501 θεσφάτοις τοῖς τῶν ὀνείρων.

[*](Fol. 22 b)

503 εὖ κατασχήσει οὐ τοῖς ἑωρακόσιν ἀλλὰ τῇ Ἠλέκτρᾳ.

504 ὦ Πέλοπος: Φερεκύδης φησί, Πέλοψ νικήσας τὸν ἀγῶνα καὶ λαβὼν τὴν Ἱπποδάμειαν ὑπέστρεφεν ἐπὶ τὴν Πελοπόννησον μετὰ τῶν ὑποπτέρων ἴππων καὶ τοῦ Μυρτίλου, καθʼ ὁδὸν δὲ καταλαβὼν αὐτὸν προϊόντα πρὸς τὸ φιλῆσαι αὐτὴν ἔρριψεν εἰς θάλασσαν.

  • οἷον ἦν καὶ τὸ πρῶτον
  • πολύφθορόν τε δῶμα Πελοπιδῶν τόδε.
  • 505 πολύπονος ἱππεία: πολύπονος γενομένη πᾶσιν Ἀργείοις· καὶ ἑρμηνεύει αὐτὸ λέγων

  • ὡς ἔμολες αἰανὴ
  • τᾷδε γᾷ·
  • αἰανὴ δὲ θρηνητικὴ παρὰ τὸ αἲ αἲ ἐξ οὗ γίνεται.

    508 εὖτε γὰρ ὁ ποντισθείς: ὁ νοῦς τοιοῦτός ἐστιν, ἀφʼ οὔ ὁ Μυρτίλος ἀπέθανεν οὐ διέλιπεν αἰκία τοὺς πολυκτήμονας δόμους· ὁ γὰρ Ἑρμῆς πατὴρ Μυρτίλου ἐμήνισε τοῖς Πελοπίδαις.

    511 αἰκίαις αἰκισμοῖς, ὕβρεσιν.

    512 πρόρριζος ἀντὶ τοῦ παντάπασιν.

    516 ἀνειμένη μέν: ἄνεσιν ἔχουσα· πανταχόθεν δὲ [*](6 Φερεκύδης] fr. 93 (I p. 94). — 9 τὸν Μυρτίλον L, corr. G, V, — 13] v. 10. — 16 et 18 αἰανῆ (bis) et θρηνητικῆ L, corr. V. — 21 πολυκτύμους G, πολυκτήτους V.)

    128
    διαφόροις ἐξαλλαγαῖς τὸν ἔλεον Ἠλέκτρας διαγράφει ὁ ποιητής.

    518 αἰσχύνειν φίλους ἀντὶ τοῦ καθ᾿ ἡμῶν λέγειν.

    526 ἐξ ἐμοῦ· καλῶς: ἴδιον ῥητορικῆς τόλμης τὸ μὴ ἀρνεῖσθαι μὲν πιθανὴν δὲ τῶν δεδραμένων ἐπεισφέρειν αἰτίαν· οὐχ ὡς δίκαια δὲ πραττούσης συνηγορεῖ ὁ ποιητὴς ἀλλʼ ἵνα μὴ ἀργὸν εἴη τὸ πρόσωπον.

    539 πότερον ἐκείνῳ παῖδες; λαμβάνονταί τινες τοῦ ποιητοῦ ἐκ τῶν Ὁμηρικῶν ἐπεὶ ἐκεῖνος μίαν γεγονέναι τῷ Μενελάῳ τὴν Ἑρμιόνην φησίν, οὗτος δὲ διπλοῦς ὁμομητρίους φησὶν αὐτῷ γεγονέναι· ὅμως οὐ συμφωνεῖ αὐτῷ Ἡσίοδος

  • ἣ τέκεθʼ Ἑρμιόνην δουρικλειτῷ Μενελάῳ,
  • ὁπλότατον δʼ ἔτεκεν Νικόστρατον, ὄζον Ἄρηος·
  • οὐ περὶ μεγάλων δὲ αἱ τοιαῦται διαφωνίαι τοῖς ποιήμασιν ὥστε οὐ πάνυ δεῖ αὐτοὺς ἐπὶ τῶν τοιούτων ἐνοχλεῖν ἀφεμένους τῶν ἀναγκαιοτέρων ἅπερ παρατηρεῖν ἐχρῆν, ταῦτα δέ ἐστι τὰ ἠθικὰ καὶ χρήσιμα ἡμῖν τοῖς ἐντυγχάνουσιν· ὅρα οὖν πῶς ἐκείνῳ τῷ μέρει τῆς ἱστορίας κατεχρήσατο ὅτι συνέφερεν τῷ λόγῳ τῆς Κλυταιμήστρας.

    Ἑρμιόνη καὶ Νικόστρατος.

    540 τῆσδε ἀντὶ τῆς Ἰφιγενείας.

    542 ἢ τῶν ἐμῶν Ἅιδης: τὸ ἑξῆς, ἢ τῶν ἐμῶν [*](4 τόλμης] τέχνης V. — 9 ἐπιλαμβάνονται H. — 10 ἐκεῖνος] 0d. δ 14. — 12 οὐ] corruptum; om. Lasc., οὕτω Elmsl., οὖν Wolffius. — 14 Kinkel. fr. 117. δουρικλυτῶ L, corr. Wunderus. — 17 αὐτοὺς] αὐτοῖς L, correxi. — 25 ἢ in lemmate L.)

    129
    τέκνων δαίσασθαι πλέον ἵμερόν τινα Ἄιδης ἔσχεν ἢ τῶν ἐκείνης;