Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

366 καλοῦ ἀντὶ τοῦ κλήθητι, λέγου, ὀνομάζου.

369 εἰ συγκεράσαιτε τοὺς τρόπους εὖ ἂν ἔχοι· ἡ μὲν γὰρ σμικρὰ ἡ δὲ ἀνειμένη.

372 ἠθάς εἰμί πως ἀντὶ ἐν συνηθείᾳ εἰμί.

373 τῶν τῆσδε μύθων τῶν παρʼ αὐτῆς λεγομένων μύθων.

375 μακρῶν μεγάλων ἢ πολυχρονίων.

379 γόων γράφεται καὶ λόγων.

381 κατηρεφεῖ κατεσκεπασμένῃ.

384 νῦν, φησίν, εὔκαιρόν ἐστιν καλῶς φρονῆσαι.

387 ἁρμόζει λίαν τὸ πρόσωπον Ἠλέκτρας τῇ Ἀντιγόνῃ.

391 πάνυ θυμικῶς καὶ τὴν ἀδελφὴν αὐτοῖς συγκαταλέγει ὡς τὰ αὐτῶν αἱρουμένην.

[*](6 σοι] σοῦ L, corr. H. — 8 τὴν πείνην] τὸ πεινῆν G. — 10 τοῦ] τὸ V. — 14 συγκεράσηται L, συνκεράσειτε G, συγκεράσετε V, corr. Dind. — 15 ἀνειμένη] Electra; cf. v. 516. — 20 γράφεται καὶ λόγων] ad γόων v. 375 retulit Elmsl. fortasse recte. — 21 κατεσκεπασμένω L, corr. Lasc. — 22 καλῶς delet Michaelis. — 23 τῇ Ἀντιγόνῃ] Antig. v. 48 86. — 26 αἱρουμένης L, corr. Br.)
122

393 εἰρωνεύεται ἐν ἤθει.

401 κακῶν ἐστιν ἐπαινέσαι ταῦτα τὰ ἔπη.

403 νοῦ — κενὴ ἀντὶ τοῦ συνέσεως κούφη.

[*](Fol. 21 b)

411 συγγένεσθε: συμμαχήσατε, συνεργήσατε, συμπράξατε ἡμῖν κἂν νῦν· ἀκούσασα δὲ ὅτι ἐν τοῖς ὀνείροις δείματά τινα τῇ Κλυταιμήστρᾳ γέγονε θαρσεῖ καὶ ἐπικαλεῖται τοὺς θεοὺς εἰ καὶ μὴ πρότερον κἂν νῦν παρεστάναι.

414 πλὴν ἐπὶ σμικρῶν ἀντὶ πλὴν ὀλίγων.

417 ὡς αὖθις αὐτοῦ ἀναζήσαντος καὶ προσομιλήδαντος.

419 ἐφέστιον ἐπὶ τὴν οἰκίαν γενόμενον τουτέστιν ἔποικον.

422 ἐσήμανεν αὐξηθησόμενον Ὀρέστην τὸν θαλλόν.

424 ἡνίχ᾿  ἡλίῳ: τοῖς γὰρ παλαιοῖς ἔθος ἦν ἀποτροπιαζομένους τῷ ἡλίῳ διηγεῖσθαι τὰ ὀνείρατα. ἡλίῳ ἀντὶ ἡμέρᾳ· ἤκουσα, φησί, τοῦ ὀνείρου ἡνίκα ἡμέρας γενομένης διηγεῖτο αὐτό τινι κἀκεῖνος ἐμοί.

430 εἰ γάρ μ᾿  ἀπώσῃ. εἰ γὰρ νῦν, φησί, δεομένην σου ἀπώσῃ με κακοῦ σοί τινος γενομένου μετὰ ταῦτα αὐτὴ μετελεύσῃ με καὶ ἀξιώσεις μετὰ σοῦ γενέσθαι.