Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1239 ἀλλʼ οὐ τὰν Ἄρτεμιν: ἡ ἀπότασις πρὸς Κλυταιμήστραν· ὅρα δὲ εἰ οἰκεῖα ταῦτα τῇ Ἠλέκτρᾳ παρόντος Ὀρέστου ὁπότε καὶ μόνη οὖσα τοσοῦτον ἐθρασύνετο.

1243 ὅρα γε μὲν δή: ἐπὶ τὴν Κλυταιμήστραν τείνων φησὶν ὅτι τὸν Ἀγαμέμνονα ἀνεῖλεν.

1245 ὀτοτοῖ: ἐπείπερ ὑπέμνησεν αὐτὴν τῆς τοῦ πατρὸς ἀναιρέσεως διὰ τῶν προειρημένων δύο στίχων φησὶν ὅτι ἐνέβαλές μοι κακὸν ἀνέφελον, καλυφθῆναι μὴ δυνάμενον, ἀσκίαστον ὡς εἰ ἔφη διάδηλον κακόν.

1246 ἀνέφελον ὑπὸ μηδεμιᾶς νεφέλης κρυβῆναι δυνάμενον.

1247 οὔ ποτε καταλύσιμον οὐ καταλυόμενον, ὁ δὲ νοῦς λήθης τυχεῖν μὴ δυνάμενον.

1251 ἀλλʼ ὅταν παρουσία: ὅταν ἐπιτρέπῃ ὁ καιρὸς καὶ καλῇ ἢ ὁπόταν ἡ παρουσία τούτων ᾖ καὶ ὁ καιρὸς ἐπιτήδειος· τὸ γὰρ νῦν διεξιέναι τὰ κατὰ τὸν Ἀγαμέμνονα διʼ ὄχλου ἦν τοῖς θεαταῖς ἐπισταμένοις τὸ πᾶν καὶ περιμένουσιν ἰδεῖν τὰ ἐξ Ὀρέστου γινόμενα.

1253 ὁ πᾶς χρόνος πρέποι τῇ δίκῃ λέγειν με ταῦτα.

1255 τάδε δίκαια γράφε τάδε δίκᾳ.

1257 τόδε ποῖον; τὸ ἐλευθεροστομεῖν· τοιγαροῦν ἀντέχου τῆς ἐλευθεροστομίας.

1259 μὴ μακρὰν ἀντὶ μὴ μακρῶς.

1260 τίς ἄν, φησί, σοῦ φανέντος δικαίως ἕλοιτο ἀντὶ λόγων σιωπήν;

[*](12 εἰ add. Lasc. ἔφη] ἔφην L, corr. Lasc. — 19 νῦν add. G. — 21 γενόμενα L, corr. G, V. — 27 σοῦ φανέντος] νοῦς (γνοὺς G, i. e. γε σοῦ ut in versu) ἄφαντος L, corr Br.)
154
[*](Fol. 30 b)

1265 ὑπερτέραν λείπει τὸ χάριν.

1266 τᾶς πάρος — χάριτος τῆς σῆς παρουσίας.

1276 μὴ ἀποστερήσῃς με, φησί, τοῦ μεθέσθαι τῶν σῶν προσώπων καὶ ἀπαλλαγῆναι μετὰ ἡδονῆς ὅπερ μοι παρέσται ἐπὶ πλέον μετεχούσῃ σου καὶ ἀπολαυούσῃ· οὕτω γὰρ ἀπαλλαγήσομαι μετὰ ἡδονῆς, ἐὰν δὲ ἤδη ἀποστερήσῃς με σαυτοῦ μετὰ λύπης ἀπαλλαγήσομαι.

1278 ἄλλοισι τοῖς μὴ χαίρουσι τῇ ἐμῇ παρουσίᾳ.

1281 φίλαι, ἔκλυον ἃν ἐγώ: φίλαι, οἵαν ἥκουσα φήμην περὶ τοῦ ἀδελφοῦ ἀπροσδόκητον ἐφʼ οὔτε σιωπῆσαι ἂν ἠδυνάμην οὔτε ἀκούσασα βοῆσαι· καὶ γὰρ ἡ ἡδονὴ προετρέπετο αὐτὴν βοῆσαι καὶ ὁ φόβος ὁ περὶ τὸν Αἴγισθον καὶ τὴν μητέρα σιωπῆσαι· ὅμως δὲ ἔχω σε φιλτάτην ἔχοντα πρόσοψιν.

ὁ νοῦς, ἔκλυον αὐδὴν ἣν οὐδέποτε ἤλπισα ἀκοῦσαι καὶ ἔσχον τρόπον ἄναυδον τῷ μὴ δύνασθαι βοᾶν οὐδὲ βοῶντός τινος ἀκούειν δυναμένη· οὕτως ἐξέστην ἐμαυτῆς· λέγει δὲ περὶ τῆς ἀπωλείας τοῦ Ὀρέστου ὅτε ἥκουσεν.

1291 ἐμφαντικὸν τὸ συνεχὲς τῆς ταὐτολογίας· ἤρκει γὰρ κἂν ἓν τῶν λελεγμένων.

1292 ἀφαιρεῖται γάρ, φησί, τὴν εὐκαιρίαν τῶν μελλόντων πραχθῆναι τῶν λόγων ἡ ἀδολεσχία.

1307 εἰκὸς γὰρ καὶ ἔξωθεν ταῦτα πεπύσθαι τὸν Ὀρέστην.

1311 ἐντέτηκέ μοι πρὸς τὴν μητέρα δῆλον ὅτι.

[*](Fol. 31 a)