Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1142 ἐν σμικρῷ κύτει τῇ θήκῃ.

1146 οὐ γὰρ ἦς, φησί, τῆς μητρός ποτε ἢ καὶ ἐμοῦ μᾶλλον ἴνα ἐπὶ τοῦ ἦσθα διαστείλωμεν, οὐκ ἦσθα τῆς μητρὸς ἀλλὰ μᾶλλον καὶ ἐμοῦ, οἷον ἐγώ σοι μᾶλλον ἥμην μήτηρ ἥπερ ἡ Κλυταιμήστρα, τὸ δὲ φίλος ἀντὶ ὦ φίλος. ἄλλως. οὐκ ἦς τῆς μητρὸς φίλος μᾶλλον ἢ καὶ ἐμοῦ ἀντὶ οὐ τῇ μητρὶ προσέκεισο μᾶλλον· ἄμεινον δὲ τὸ ἕτερον διὰ τὴν ἡλικίαν τοῦ Ὀρέστου ἐφʼ ᾗ τὸ φίλον εἶναι αὐτὸν καὶ διακρίνειν τινὰ τότε οὐκ ἐνεχώρει· μικρὸς γὰρ ἦν.

1171 πιθανῶς πρόσκειται τὸ ὄνομα τῆς Ἠλέκτρας ἵνα μάθῃ Ὀρέστης· οὐ γὰρ μόνη ἦν αὐτῷ ἀδελφή· τοῖς δὲ κοινοῖς βοηθήμασι χρῆται ὁ χορὸς ἐν τῇ παρηγορίᾳ.

1174 ἀναγκαῖον ἐμφανισθῆναι τὸν Ὀρέκτην· δι–Fol. 29 b ἐφθάρη γὰρ τὸ συνεκτικὸν τῆς ὑποθέσεως σιωπῶντος αὐτοῦ.

1178 τοῦτο δύναται μὲν καὶ ἡ λέκτρα λέγειν εὐπρεπέστερον δὲ τῷ χορῷ παράκειται ἵνα μὴ περὶ [*](3 Οd τ 209 ἑὸν] σὸν L, τὸν V — 5 ἡ] ἢ L, corr. Br. — 8 et 12 ἦς] ἦσθα (ut in textu) G — 12 φίλος] ὄφελος L, correxi. ἢ καὶ] sic V; καὶ tantum factam ex ἢ L. — 22 γὰρ] ἂν addit G. — 24 τοῦτο κ. ἑ.] ad. v. 1176 adscripta in L huc retulit Lasc. — 25 περίκειται L, correxi coll. schol. v. 1236. Ai. 82.)

152
τοῦ ἑαυτῆς εἴδους εἴπῃ τι· θαυμαστῶς δὲ τὴν μὲν Κλυταιμήστραν ἀπὸ τοῦ λαμπροῦ σχήματος ὁ ἄγγελος ἐγνώρισεν οὗτος δὲ οὐ γινώσκει τὴν Ἠλέκτραν διὰ τὸ κεκακῶσθαι τὸ σῶμα.

1180 ἆρα οὐ περὶ ἐμοῦ τάδε;

1184 μοι δή.

ἐπισκοπῶν καθορῶν.

1185 ἐγὼ οὐδέν.

1186 ἐν τῷ ἐν τίνι ἢ διὰ τί;

ποίῳ λόγῳ εἰρημένῳ τοῦτον συνῆψας τὸν λόγον;

1193 τῇδε εἰς τοῦτο

1194 οὐκ ἴσα πράσσει τῷ τῆς μητρὸς ὀνόματι.

1211 πρὸς δίκης ἡ πρὸς ἀντὶ τῆς μετά.

1214 οὕτως ἄτιμός εἰμι τοῦ τεθνηκότος; ὥστε μηδὲ ὀνομάζειν αὐτόν;

1215 οὐχὶ σὸν ἀλλʼ ἐμόν.

οὐ σοὶ προσῆκον.

1217 ἠσκημένον κατεσκευασμένον· ἀσκήματα γὰρ τὰ καταδκευάδματα.

[*](Fol. 30 a)

1223 σφραγῖδα τὸν δακτύλιον.

1225 ὦ φθέγμ᾿ λείπει φίλτατον.

1233 γοναὶ σωμάτων ἀντὶ ἑνικοῦ, γονὴ σώματος ἐμοὶ φιλτάτου, τοῦ Ἀγαμέμνονος.

1235 εἴδεθ᾿ οὓς ἐχρῄζετε ἀντὶ ἐμέ

1236 ἀντὶ σίγα ἕως ἂν κατὰ νοῦν ἀποβῇ τὸ πᾶν. παράκειται ἑκάστῳ τὸ οἰκεῖον· ἡ μὲν γὰρ γυνή τε οὖσα καὶ παρὰ προσδοκίαν εὐτυχοῦσα θρασυτέρα [*](1 εἴπῃ] εἶπε L, corr. G, V. — 2 ὁ ἄγγελος] v. 663. — 11 εἰς τοῦτο] legit ἀνάγκη (ut in textu) pro ἀνάγκῃ. — 15 μηδὲ] μήτε L, corr. Br. — 22 γωνὴ L, corr. Lasc. — 25 σῖγα L, corr. G, V, — 27 παρὰ add. Lasc. προσδοκίαν] προσδοκωσι (scr. ἀπροσδοκήτως) G.)

153
ἐστὶν ὁ δὲ ἀσφαλὴς διὰ τὸ νῦν πρῶτον ἐπιχειρεῖν τοιούτῳ κινδύνῳ.