Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1322 τινὲς τὸν χορόν φασι λέγειν ταῦτα.

[*](1 χάριν L. — 4 σῶν add. Iahnius. — 7 με addidi — 9 οἵαν] cf. schol. Ai. v. 641. — 11 οὔτε—οὔτε] οὐδὲ intellegebat ἀπὸ κοινοῦ. — 15 ἀκοῦσαι add. G. — 16 βοᾶν] ἀκούειν L, correxi)
155

τοῦ παιδαγωγοῦ μέλλοντος ἐξιέναι ὁ Ὀρέστης αἰσθόμενος τοῦ ψόφου ἀγνοῶν κελεύει αὐτὴν σιγᾶν διὸ καὶ λέκτρα ὡς ξένοις διαλέγεται.

1324 τοιαύτην ἀγγελίαν φέροντες ἣν οὐκ ἄν τις ἀπώσαιτο, λαβεῖν τὰ ὀστᾶ, οὐδὲ ἡδέως λάβοι ὅτι κακή ἐστιν.

1326 ἐπιτιμᾷ αὐτοῖς ὅτι φανεροὶ τοῖς ἐχθροῖς γίνονται.

1328 ἐγγενὴς ἐγγεγενημένος ἢ ἄξιος τοῦ γένους.

1333 οἷον πρὶν ἰδεῖν τὰ σώματα ὑμῶν οἱ ἐχθροὶ ἔγνωσαν ἂν τὰ βουλεύματα τῆς ψυχῆς.

1338 ἐν τοῖς τοιούτοις καιροῖς.

1344 θαυμαστῶς ὑπὲρ τοῦ μὴ ἐπὶ πλέον διατρίβειν ὡς καὶ Ὀρέκτης ἐν τοῖς ἔμπροσθεν

  • τὰ μὲν περισσεύοντα τῶν λόγων ἄφες·
  • ὁ δὲ νοῦς, καὶ τὰ μὴ καλῶς ἀλλὰ κακῶς αὐτοῖς ἔχοντα καὶ αὐτὰ νῦν καλῶς ἔχει ἕως οὐδέπω τιμωρίας τυγχάνουσιν ἅπερ λεγόμενα πρὸς ἄκρον ἐστὶ παροξυντικά.

    1346 τίς οὗτός ἐστ᾿, ἀδελφέ;: οὐκ ἠρώτησεν τοῦτο Ὀρέστην πρότερον ἡ λέκτρα ὑπὸ τῆς χαρᾶς ἀλλʼ ἐφύλαξεν νῦν ὁ ποιητὴς εἰς ἕτερον ἀναγνωρισμόν.

    1649 οὗ χεροῖν εἰς τὸ Φωκέων πέδον ὑπεξεπέμφθην σῇ προμηθίᾳ.

    1366 ταῦτα τὰ κατʼ ἐμέ φησιν.

    [*]( Fol. 31 b)

    1368 ἐνταῦθα ἀνεκάλυψε τὸ χρήσιμον τῆς ἀποδημίας Αἰγίσθου.

    1369 ἐφέξετον μελλήσετε.

    [*](5 ἀπώσατο L, corr. Lasc. — 15] v 1288. — 20 πρότερον] πρ ἕτερον L, corr. Lasc. — 25] cf. schol. v. 312.)
    156

    1372 τὸ οὐδὲν παρέλκει.

    1378 λιπαρεῖ — χερὶ ἀντὶ λιπαρῶς, συνεχῶς.

    1379 ἐξ οφἵων ἔχω ὡς δυνάμεως ἔχω, λόγοις ἀξιοῦν, οὐ θύειν.

    1382 τἀπιτίμια τοὺς μισθούς.

    1384 ἴδεθʼ ὅπου προνέμεται: εἰσεληλύθασι μὲν ἐνταῦθα οἱ περὶ Ὀρέκτην καὶ Πυλάδην τοῦτο δὲ ἤτοι ὁ χορός φησι κἂν τῆς Ἠλέκτρας συνεισελθούσης αὐτοῖς καὶ τὸ ἴδετε πρὸς ἀλλήλας φασὶν αἰ ἀπὸ τοῦ χοροῦ ἢ ὅτι ἔξω οὖσα ἡ λέκτρα λέγει πρὸς τὸν χορὸν τοὺς δύο στίχους καὶ οὕτως εἰσέρχεται καὶ ἔστι διάλειμμα βραχὺ ὥστε ἐξελθοῦσαν αὐτὴν ἄρχεσθαι τοῦ

  • φίλταται γυναῖκες·
  • παρατήρει δὲ ὅτι ἐπὶ μὲν τῇ τοῦ ἀγγέλου παρουσίᾳ προοικονομεῖ ὁ ποιητὴς ἔξω διατρίβειν τὴν Κλυταιμήστραν διʼ ἃς προείπομεν αἰτίας ἐνθάδε δὲ τῶν λόγων γενομένων πρὸς τὴν Ἠλέκτραν ἐκ τοῦ Ὀρέστου οὐδὲν λείπει εἰς τὸ ἀνελεῖν τὴν Κλυταιμήστραν ἅπερ ἐν τῷ ἐμφανεῖ ὁ ποιητὴς οὐκ εἰσήγαγεν.

    τοῦ Ὀρέστου εἰσελθόντος ὁ χορὸς ταῦτά φησιν.

    1385 τὸ δυσέριστον οἷμα φυσῶν: οἷον ὁ Ἄρης συναγελάζεται αὐτοἵς φυσῶν αἷμα καὶ φόνον, δυσέριστον δὲ τὸν διʼ ἔριν γινόμενον κακόν· τὸ δὲ κακῶν οὐχ ὡς κατηγοροῦσά φησιν (ἐναντίον γὰρ τῷ ἤθει [*](4 (ἀ)ξιοῦν a m. rec. in litura plurium literarum, οὐ θύειν in rasura L. — 8 κἂν] καν L, καὶ G. — 9 φασὶν] φησὶν L, corr. Lasc. ἀπὸ deletum in om. V. — 12 βραχὺ add. G; cf. schol. Ai. v. 693. — 13] v. 1398. — 16 προείπομεν⌋ in scholio v. 660. ἔνθα δὲ τῶν L, corr. Lasc., δὲ add. Br. — 19 ἐμφανεῖ ] ἐμφαίνειν L, corr. Trndelenburgius gramm. iud. p 89; cf. schol. v. 1495. — 23 κακὸν inclusit Br. κακῶν] κακὸν L, corr. Br.)

    157
    τοῦ χοροῦ) ἀλλʼ ὅτι τὰ τοιαῦτα ἔργα οὐχ ἡδέα τοῖς ἀνθρώποις.

    1388 ἄφυκτοι κύνες: ἤτοι εἰς τὸν Ὀρέστην ἀποτείνεται ἐν τῷ ἄφυκτοι κύνες ἢ ἐπὶ τῶν Ἐρινύων, εἰσῆλθον εἰς τὸν οἶκον αἱ Ἐρινύες ἃς οὐκ ἔστι φυγεῖν.

    1389 ὥστʼ οὐ μακρὰν ἔτʼ ἀμμένει: οὐ περὶ τοῦ ὀνείρου τῆς Κλυταιμήστρας φησὶ (τοῦτο γὰρ βίαιον) ἀλλὰ τοῦτό φησιν, ἃ κατʼ ἐμαυτὴν ὠνειροπόλουν οὐκ εἰς μακρὰν ἔσται μετέωρα ἀλλʼ εὐθέως τελεσθήσεται.