Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

970 θεοῖς τέθνηκεν: θεῶν βουλομένων· οὐ γὰρ οἱ Ἕλληνες τὴν τοιαύτην αἰτίαν αὐτῷ παρέσχον.

974 ἰώ μοί μοι: δεῖ γενέσθαι βοὴν ἣν ἀκούσας ὁ χορὸς ἐφίστησι γνωρίζων τὸ φθέγμα τοῦ Τεύκρου βοῶντος.

976 ἐπίσκοπον μέλος. σημαντικόν, ἔφορον, οὐχ ἡμαρτηκὸς τῆς συμφορᾶς ἀλλʼ ἐστοχασμένον.

977 φίλτατʼ Αἴας: ἔρχεται μεταπεμφθεὶς ὑπὸ Τεκμήσσης.

978 ἆρʼ ἠμπόληκας. ἐνεπόλησας, ἐκέρδανας· καὶ ἐπὶ φαύλου λέγεται, τροπικῶς δὲ ἀντὶ τοῦ περιεποίησας.

982 περισπερχὲς ἀντὶ τοῦ βαρύ.

983 τί γὰρ τέκνον τὸ τοῦδε: καὶ πρὶν ἀκοῦσαι τῶν ἐντολῶν ὁ Τεῦκρος ἔδειξεν τὴν περὶ τὸν παῖδα κηδεμονίαν ἀφʼ ἑαυτοῦ φρονίμως.

986 ὡς κενῆς | σκύμνον λεαίνης καλῶς τῷ παραδείγματι χρῆται· οἱ γὰρ κυνηγοὶ τηροῦσι τὸν καιρὸν ὁπότε ἔρημοι τῶν μητέρων γίνονται οἱ σκύμνοι.

[*](1 καὶ νῦν] cf. v. 1067, al. — 2 τοῦ] τὸν L, corr Lasc. — 4 καὶ αὑτῷ γλυκὺς addidi. — 6 αὐτοὶ] αὐτῶτοὶ deleto τῶ L. — 11 γνωρίζων] γνωρίζειν L, γνωρίσας G, corr. Lasc. — 15 ἔρχεται] Τεῦκρος addit Br. μεταπεμφθεὶς] v. 921. — 17 ἐνεπόλησας] ἐπώλησα?? Suid. v. ἠμπόληκας — 21 τῶν ἐντολῶν] v. 990—991.)
80

κεκενωμένης, ἐστερημένης τοῦ συζύγου.

[*](Fol. 12 b)

994 ὁδός θʹ ὁδῶν πασῶν: οὐ λέγει τὴν ἐπὶ τὴν Μυσίαν (ἐπιφέρει γὰρ ἣν δὴ νῦν ἔβην) ἀλλὰ ταύτην ἥν ἦλθεν ἐπὶ τὸ ἰδεῖν τὸν νεκρόν.

998 ὀξεῖα γάρ σου βάξις: οὐ κοινῶς τὸ ὀξὺ ἐπὶ τῆς φήμης ἀλλʼ ὁρμὴν ἴσχει ἐπὶ τοῖς ἀξιώματι προβεβηκόσι· τὸ δὲ ὡs θεοῦ ἤτοι ὡς ἀπὸ θεοῦ ἢ ὡς περὶ θεοῦ, τοῦτο δὲ πρὸς τὴν φήμην μόνον ἐπεὶ γίνεται βλάσφημον διὰ τῶν ἑξῆς.

1001 ὑπεστέναζον ἰσως ἡσύχως ἐστέναζεν δεδοικὼς τοὺς ἐχθρούς.

1003 ἴθ᾿, ἐκκάλυψον: πρὸς τὸν χορόν φησιν ἢ τινα τῶν θεραπόντων· ἡ γὰρ Τέκμησσα ἐπὶ τὸν παῖδα ἀπῄει.

1004 δυσθέατον ὄμμα ὡς ἀνακαλύψας.

1005 ἀνίας λύπας.

κατασπείρας: δαιμονίως καὶ τὸ σπείρας οἷον ἀρχὴν κακῶν παρασχών· ἢ τὸ σπεῖραι ἐπὶ πλήθους κακῶν τακτέον.

1007 τοῖς σοῖς ἐν πόνοισιν ἀρήξαντα μηδαμοῦ.

1008 ἦ που Τελαμών: ἅμα μὲν πρὸς τὸ τῆς ἱστορίας ὅτι ἐκβέβληται ἄμα δὲ καὶ πρὸς τὸ πιθανὸν τῆς ὑπονοίας.

1010 πῶς γὰρ οὔχ; ὅτῳ πάρα πῶς γὰρ οὗτός με [*](1 τοῦ] τῆς L, corr. Br. — 2 πασῶν] ἀπασῶν (ut in textu pr.) L. — 7 ὡς περὶ] ὥσπερ L, correxi. — 14 ἀπῄει] v. 973. — 18 σπεῖραι] σπείρας Lasc — 21 ἦ] ἢ (ut in textu pr.) L. τὸ add. G. τῆς ἱστορίας] schol. Pind. Nem. IV, 46: ὁ γὰρ Τεῦκρος ἐλθὼν μετὰ τὴν ἅλωσιν Ἰλίου ἐς Σαλαμῖνα καὶ ὑπονοηθεὶς ὑπὸ τοῦ Τελαμῶνος ὡς αἴτιος γεγονὼς τοῦ φόνου τῷ Αἴαντι φυγὼν ᾤκισε τὴν Κύπρον καὶ ἔσχεν αὐτῆς τὴ?? ἀρχήν; cf. etiam Pausam. 1, 28, 12.)

81
ἡδέως δέξεται ᾧ καὶ εὐτυχοῦντι τὸ προσηνὲς ἄπεστι καὶ ἱλαρόν;

οὔχ; ὅτῳ πάρα: οὔχ; ᾧτινι οὐδʼ εὐτυχοῦντι πάρεστιν τὸ γελᾶν· εὐτυχοῦντι δὲ εἶπεν οὐκ ἐπὶ τῷ υἱῷ ἐσφαγμένῳ ἀλλʼ ἐπὶ ταῖς ἀνδραγαθίαις τοῦ υἱοῦ καὶ τῇ ἁλώσει τῆς Τροίας.

1012 ποῖον οὐκ ἐρεῖ κακὸν οἷον τίνος ἀπόσχοιτο λόγου;

1013 τὸν ἐκ δορὸς γεγῶτα ὡσανεὶ ἐμέ.

1015 ὡς τὰ σὰ ἀντὶ τοῦ ὅπως τὰ σά.