Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

925 ἔμελλες Ἰακῶς, ἐῴκεις ἄρα καὶ δῆλος ἦς.

926 στερεόφρων: οἷον ἐφʼ οἷς ἐνόησας καὶ ἤλγεις περιυβρισμένος ὑπὸ τῶν Ἀτρειδῶν ἔμελλες πληρώσειν κατὰ τὰς φρένας τὴν μοῖραν.

ὧδ’ ἐξανύσειν τοῦ καινίσειν.

930 πάννυχα καὶ φαέθοντ᾿ κατὰ νύκτα καὶ ἡμέραν.

934 ἄρχων ἀρχηγός, προηγός.

935 ἀριστόχειρ ὁ γενναῖος περὶ τὰ ἀριστεῖα.

938 γενναία ἡ ἰσχυρά.

940 οὐδέν σ᾿  ἀπιστῶ: εἰώθασιν ἐν τοῖς πάθεσιν καὶ συγχωρεῖν τοῖς ἀλγοῦσι· φέρει γὰρ τοῦτο καὶ κόρον τοῦ θρήνου καὶ παραμυθίαν.

941 ἀρτίου γνησίου· οὐ γάρ ἐστι χρονικόν.

942 σοὶ μὲν δοκεῖν ταῦτʼ ἐστί: σοὶ μὲν ταῦτα ἐν δόξῃ καταλαμβάνεται ἐγὼ δὲ σαφῶς ἐπίσταμαι· ἔστι μὲν γὰρ καὶ τῷ χορῷ οἰκειότης πρὸς Αἴαντα ἀλλʼ οὐχ ὅσον πρὸς τὴν Τέκμησσαν.

δοκεῖν δοξάζειν.

945 σκοποὶ οἱ Ἀτρεῖδαι.

[*](4 παρὰ] περὶ Suid. v. ἀκμαῖος. — 6 ὑπὸ] ἀπὸ L, correxi. — 14 τοῦ] 〈οὕ〉τω ? — 19 cf schol. Electr. v. 229. — 22 χρονικὸν] sc. ἀρτίως; ἀρτίωϚ in textu L.)
78

946 ὤμοι, ἀναλγήτων: ἀσυμπαθῶν εἰ τοῦτο πράξειαν· ἢ τῶν μηδόλως ἀλγούντων ἐπὶ ταῖς συμφοραῖς τῶν Ἑλλήνων ἢ πολυαλγήτων, τῶν εἰς πολλὰ ἄχη ἡμᾶς ἐμβεβληκότων.

γράφε ἰώ μοι· περιπαθῶς δὲ ὁ χορὸς ἀναβοᾷ ἐπὶ τῷ λόγῳ Τεκμήσσης.

[*](Fol. 12 a)

948 τῷδ᾿  ἄχει τῇ παρούσῃ συμφορᾷ.

950 οὐκ ἂν τάδʼ ἔστη: οὐκ ἂν ταῦτα ἐπράχθη οὕτω μὴ θεῶν βουλομένων ὥστε καὶ ταῦτά ἐστι προσδοκᾶν περὶ τῶν Ἀτρειδῶν. ἄλλως: πρὸς τὸ εἰρημένον ὑπὸ τοῦ χοροῦ

  • ἀλλʼ ἀπείργοι θεὸς
  • φησίν, οὐκ εἰκὸς συλλήψεσθαι ἡμῖν τοὺς θεοὺς ἐπεὶ οὐδʼ ἂν ἐπράχθη ταῦτα.

    951 ἄγαν ὑπερβριθές: μέγα καὶ βαρὺ ἤνυσαν οἱ πράξαντες τὰ περὶ τὸν Αἴαντα ὅ ἐστιν οἱ αἴτιοι τούτων.

    953 φυτεύει ἐφύτευσεν.

    954 κελαινώπαν: οἷον οὐκ ἐν τῷ φανερῷ ἀλλʼ ἐν σκότῳ ἤδη βλεπόμενον καὶ μέλανα καὶ οἷον εκρυμμένον καὶ δόλιον καὶ οὐχ ἀπλοῦν θυμὸν ἐφυβρίζει· ἔξωθεν δὲ ἡ κατά· τὸ δὲ ἡμᾶς λείπει ἵνʼ ᾖ κατὰ τὸν θυμὸν ἐφυβρίζει ἡμᾶς.

    957 τοῖς μαινομένοις τοῖς διὰ τὴν μανίαν συμβεβηκόσιν.

    960 κλύοντες τὰ ἄχη κλύοντες.

    962 χ.

    [*](3 εἰς πολλαχῆ ἡμᾶς ἐκβεβληκότων L, corr. Suid. v. ἀνάλγητος. — 12] v. 949. — 15 οἱ πράξαντες] οἷ` (═ οἷον) ἔπράξτες deleto ἔ L, ἔπραξαν G, corr. Lasc.)
    79

    ἴσως τοι κεἰ βλέποντα: καὶ νῦν βλέποντα εἶπεν ἀντὶ τοῦ ζῶντα διὸ τὸ χ· πρόσκειται.

    966 ἐμοὶ πικρὸς τέθνηκεν: μᾶλλον ἐμοὶ πικρὸς τέθνηκεν ἥπερ ἐκείνοις γλυκὺς καὶ αὐτῷ γλυκὺς ἐπεὶ ὧν ἐπεθύμει ἔτυχεν· οὐκ ἂν οὖν ἐπεγγελῷεν αὐτῷ οἱ ἐχθροὶ ὡς αὐτοὶ τῆς ἀπωλείας αἴτιοι γενό-μενοι.