Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1017 τοιαῦτʼ ἀνὴρ δύσοργος: τὸ μὲν δύσοργος ἐκ φύσεως (λέγει γὰρ αὐτὸν ἀεὶ σκυθρωπὸν) τὸ δὲ ἐν γήρᾳ εἰς ἐπίτασιν.

1018 πρὸς οὐδὲν πρὸς οὐδὲν ἀληθὲς ἢ αἴτιον ἐμοί.

1020 λόγοισιν ταῖς τοῦ πατρὸς λοιδορίαις.

1022 πολλοὶ μὲν ἐχθροί: πολλοὶ ἐχθροὶ Ἕλληνές τε καὶ Τρῶες, ὀλίγοι δὲ ὠφελήσιμοι Ἕλληνες.

1024 πῶς ἀποσπάσω: πῶς, φησί, τὸ σῶμα ἀπὸ τοῦ ξίφους ἑλκύσω; συμπληρῶσαι δὲ βούλεται καὶ θάπτειν αὐτόν· καλῶς δὲ τῇ μὲν Τεκμήσσῃ περιῆψε τὸ σκεπάσαι αὐτὸν ὡς γυναικὶ τῷ δὲ Τεύκρῳ ὡς ἀνδρὶ καὶ ἀδελφῷ τὸ τὰ δέοντα ποιεῖν περὶ τὸ σῶμα.

1025 τοῦδʼ αἰόλου κνώδοντος. τῆς ἀκμῆς τοῦ ξίφους, τῆς ὀξείας εἰς τὸ καίνειν ὡς ὀδούς· ὀδοῦσι γὰρ περιβάλλεται ὀξέσιν· ἀπὸ δὲ τοῦ ἄκρου τὸ ξίφος δηλοῖ.

1030 πρισθεὶς ἐξαφθείς, ἐκδεσμηθείς.

[*](12 λέγει] v. 1011. — 22 τὸ addidi. — 24 εἰς τὸ καίνειν ὡς ὀδοὺς] schol. Antig. v. 1233 κνώδων — παρὰ τὸ καίνειν τοῖς ὀδοῦσι. — 25 παραβάλλεται G, Suid. v. κνώδοντος. — 27 δεσμευθεὶς Suid. v. πρισθείς.)
82

1032 δωρεὰν τὸ ξίφος.

1035 κἀκεῖνον τὸν λῶρον.

1037 καλῶς τὸ φάναι πάντα κατὰ γνώμην θεῶν γίνεσθαι· εἰσὶ γάρ τινες ἑτεροδοξοῦντες.

1038 τάδʼ| τὸ ἐκ θεῶν μηχανᾶσθαι ταῦτα.

1039 ἐκεῖνα τὰ ἑαυτοῦ δόγματα· γέγονε δὲ τοῦτο καὶ παροιμιακόν.

[*](Fol. 13 a)

1041 χὤ τι μυθήσῃ τάχα καὶ ὅ τι μυθήσῃ πρὸς τὴν ἔφοδον Μενελάου τουτέστι τὴν ἄφιξιν ἤτοι πρὸς αὐτὸν Μενέλαον.

1043 ἐξίκοιτʼ ἀνήρ. πιθανῶς πάρεστιν ὅτι οὐ συμπαθήσων πάρεστιν· οὐκ ἀργῶς δὲ τοῦτο ἀλλʼ ?ὥσπερ προπαρασκευάζων τὸν Τεῦκρον.

1044 εἰς ἐναντιολογίαν.

1045 ἀντὶ διʼ ὅντινα τὸν ἐπὶ Τροίαν ἐστειλάμεθα πλοῦν.

1047 οὗτος, σὲ φωνῶ: ὑβριστικὸν τὸ ἦθος Μενε- λάου ἴσως ἐκ τῆς συνωμοσίας Ὀδυσσέως.

1048 ὅπως ἔχει ἀντὶ ἄθαπτον.

1050 δοκοῦντʼ ἐμοὶ διὰ τὴν ἐξουσίαν οὐ διὰ δικαιολογίαν.

1052 πρῶτον κεφάλαιον ὅτι ἐπίβουλος ἦν τῶν Ἑλλήνων, δεύτερον ὅτι ἀπειθής· ἐντεῦθεν δὲ τὴν πρόφασιν τῆς ἀντιλογίας λήψεται ὁ Τεῦκρος ὅτι οὐκ εἰσὶν αὐτῷ βασιλεῖς οἱ Ἀτρεῖδαι.