Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

890 ἀλλʼ ἀμενηνόν: ἐφʼ ἑαυτοῦ, οὐκ ἐπὶ τοῦ Αἴαντος, σχέτλια ἂν εἴη μὴ ἐπιτετυχηκέναι αὐτῷ ἀλλʼ ἠσθενηκέναι με τῇ ζητήσει.

891 ἰὼ τλήμων: Τέκμησσα βοᾷ ἐπιτυχοῦσα τῷ σώματι, φαίνεται δὲ οὐδέπω ἔνοπτος οὖσα τῷ χορῷ.

892 πάραυλος. ἐγγὺς παρὰ τὴν αὐλὴν ἢ θρηνητικὴ παρὰ τοὺς αὐλούς.

παρατεταμένη.

893 ἰὼ τλήμων τοῦτο ἐν τῷ ἐμφανεῖ γενομένη ὅπερ δηλοῖ ὁ χορός.

899 κρυφαίῳ ἀποκεκρυμμένῳ, εἰσδεδυκότι εἰς τὸ [*](Fol. 11 b) σῶμα, τὸ δὲ περιπτυχὴς κυριώτατα μὲν ὠνόμασται ἡμῖν δὲ δυσμετάβλητον, τινὲς δὲ περικεκυλισμένος. τῷ λαθραίως τῶν φίλων γεγονότι.

900 ἐν πρώτοις περὶ ἑαυτῶν ὀλοφύρονται.

902 τόνδε συνναύταν ἀντὶ ἐμὲ τὸν χορόν· συνήθως.

906 ἐν γάρ οἱ χθονί: αὐτὸ τὸ σχῆμα, φησί, δηλοῖ ὅτι ὑφʼ ἑαυτοῦ ἀνῃρέθη· πᾶν δὲ ἀμυντήριον καὶ δόρυ [*](5 Φιλέας] geographus Atheniensis. — 9 μέρος] τέλος Neuius. — 14 ad ἰὼ τλήμων v. 893 adscriptum in L, corr. Neuius.)

76
καὶ ἔγχος καλοῦσιν οἱ νεώτεροι· περιπετὲς δὲ ᾧ περιέπεσεν· τοῦ δὲ θεατοῦ εἰδότος τὸν τρόπον τῆς ἀναιρέσεως ἔδει καὶ τὸν χορὸν καὶ τὴν Τέκμησσαν μὴ πολυπραγμονῆσαι.

907 πηκτὸν περιπεπηγὸς αὐτῷ.  κατηγορεῖ σημαίνει, λέγει.

909 οἶος ἄῤ αἱμάχθης μόνος ᾑματώθης.

910 ἄφρακτος φίλων: ἀφύλακτος, οὐ πεφραγμένος καὶ τετειχισμένος τοῖς φίλοις διὰ τὸ ἀπατηθέντας καταλιπεῖν δε.

911 ὁ πάντα κωφὸς τὸ πάντα εἰς τὴν ἀπάτην· ἐγὼ δέ, φησίν, ὁ ἀναίσθητος κατημέλησα.

912 πᾷ, πᾷ: τοῦτο κατʼ ἄλλης ἀρχῆς· βουλόμενοι τὸ σῶμα θεάσασθαι τοῦτο λέγουσιν ὃ διακωλύει ἡ Τέκμησσα. 

913 ὁ δυστράπελος: δυσκίνητος, ἀμετάτρεπτος, δυσμετάθετος, ὃς οὐχ εὗρεν ἐκφυγὴν τῷ πάθει· οὕτω λέγουσιν καὶ δυστράπελον τὸ ὄρυγμα τὸ οὐκ εὐδιάλυτον. ἄλλως: δυστράπελόν φασιν Ἀττικοὶ τὸν ἀμετακίνητον ἐν ὀργῇ ἢ διαθέσει ἢ φιλαργυρίᾳ, τὸν αὐτὸν δὲ καὶ ἀτράπελον.

ὁ δύσκολος.

914 δυσώνυμος ὡς καὶ αὐτὸς λέγει ὁ Αἴας.

916 φάρει καλύψω: ἦθος γυναικὸς τὸ μὴ ἀσχήμως δεικνύναι τὸ σῶμα.

[*](2 εἰδότος] v. 815 sqq. — 3 μὴ addidi. — 11 τὸ] τὰ L, corr. G. — 13 βουλόμενοι] γὰρ addit Wunderus. — 17 δυσμετάθετος add. G, Suid v, δυστράπελος. — 18 τὸ ὄρυγμα] corruptum; ὄργημα (iram non facile sedatam) Bernhardius; an πρᾶγμα? fragm. apud Athen. IX p. 408 a καὶ πρᾶγμά γʼ ἠρώτα με δυστράπελον πάνυ. — 19 εὐδιάλυτον] sic Suid.; (εὐδιά)λατον (εὐδιάλλακτον Lasc.) L. — 23 λέγει] v. 430 sqq.)
77

παμπήδην παντελῶς, ὅλον τὸ σῶμα.

917 οὐδεὶς ἂν ὅστις καὶ φίλος: ὑπερβολικῶς ἐπεὶ οὐκ εἰκὸς ἐν τοῖς δεινοῖς τοὺς φίλους μαλακίζεσθαι.

921 ὡς ἀκμαῖος: καίριος, κατὰ καιρόν, παρὰ τὴν ἀκμὴν τοῦ καιροῦ· καλῶς δὲ ζητεῖ Τεῦκρον ἴν ἡ κηδεία γένηται ὑπὸ τοῦ συγγενοῦς.

922 συγκαθαρμόσαι περιστεῖλαι.

924 αὔξησις περὶ τὸ πάθος, ὡς καὶ τοὺς δυσμενεῖς ἐλεεῖν.