Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

833 ξὺν ἀσφαδάστῳ: ἀσκαρίστῳ καὶ σπασμὸν μὴ ἔχοντι ἀντὶ συντόμῳ ὥστε καιρίαζ τῆς πληγῆς γενομένης μὴ προσγενέσθαι σπασμὸν μηδὲ πολλὴν ἐν τῷ θανάτῳ διατριβήν· καὶ παρʼ Εὐριπίδῃ

  • ὁ δʼ ἐσφάδαζεν οὐκ ἔχων ἀπαλλαγάς·
  • σφαδάζειν δὲ ἔλεγον τὸ σπᾶσθαι καὶ σφακελίζειν· παραδεδομένον δὲ κατὰ ἱστορίαν ὅτι κατὰ τὸ ἄλλο σῶμα ἄτρωτος ἦν ὁ Αἴας, κατὰ δὲ τὴν μασχάλην μόνην τρωτὸς διὰ τὸ τὸν Ἡρακλέα τῇ λεοντῇ αὐτὸν σκεπάσαντα κατὰ τοῦτο τὸ μέρος ἀσκέπαστον ἐᾶσαι διὰ τὸν γωρυτὸν ὃν περιέκειτο· φησὶ δὲ περὶ αὐτοῦ Αἰσχύλος ὅτι καὶ τὸ ξίφος ἐκάμπτετο οὐδαμῆ ἐνδιδόντος τοῦ χρωτὸς τῇ σφαγῇ
  • τόξον ὥς τις ἐντείνων
  • πρὶν δή τις, φησί, παροῦσα δαίμων ἔδειξεν αὐτῷ κατὰ ποῖον μέρος δεῖ χρήσασθαι τῇ σφαγῇ· ὁ δὲ Σοφοκλῆς ἐριθεῦσαι μέν τι ὡς πρεσβυτέρῳ μὴ βουληθεὶς οὐ μὴν παραλιπεῖν αὐτὸ δοκιμάζων ψιλῶς φησι [*](1 ἐπιτρέπω pr lit. ω a m. rec. in ομαι mutata L. — 5 Il. λ 241. — 7 ὥστε] ὅπως L, correxi. γινομένης L, corr. G, Suid. v ἀσφαδάστῳ. — 10 fragm. 1009. — 12 παραδεδομένου L, corr. Suid. κατὰ ἱστορίαν] cf. Ai argum. schol. II p. 28 2 sqq. Pindari verba Isthm. V 35 —53 scholiastae male interpretati sunt; cf. etiam schol Hom Il. ψ 821 — 13 μονότρωτος i. e. μόνον (μόνην Suid ) τρωτὸς G. — 16 Αἰσχύλος] fr. 78 — 22 τι L.)
    72
  • πλευρὰν ἀναρρήξαντα τῷδε φασγάνῳ
  • κατὰ τί τὴν πλευρὰν μὴ εἰπών.

    835 τὰς ἀεί τε παρθένους: μυθικόν ἐστι τὸ λέγειν τὰς Ἐρινύας ἀειπαρθένους, νῦν δὲ τὰς ἀδωροδοκήτους καὶ οὐχὶ χρανθῆναι δώροις δυναμένας ὑπὸ τῶν ἀδικούντων.

    837 τανύποδας: τὸ τανύποδας τῷ μαθεῖν συναπτέον οἷον ταχέως μαθεῖν τὸ κατʼ ἐμὲ καὶ μὴ ἀμελῆσαι ἐπεξελθεῖν τὸν ἐμὸν φόνον· τὸ γὰρ τεῖναι τοὺς πόδας ἐστὶ τὸ βαδίσαι· ἢ καθʼ ἑαυτὸ τὸ τανύποδας λεκτέον, τὰς πανταχοῦ τεινούσας τοὺς πόδας.

    τὰς ἀκοπιάστως ἐπιούσας.

    841 τὼς αὐτοσφαγεῖς: ταῦτα νοθεύεσθαί φασιν ὑποβληθέντα πρὸς σαφήνειαν τῶν λεγομένων.

    τοῦτο ἀπέβη τῷ Ἀγαμέμνονι· ὑπὸ γὰρ τῶν φιλτάτων ἀπώλετο.

    844 τὸ ἑξῆς, γεύεσθε πανδήμου στρατοῦ, μὴ φείδεσθε.

    845 σύ τ᾿, τὸν αἰπὺν οὐρανόν: ὑπερβολικῶς· εἰώθασι γὰρ περὶ τῶν δεινῶν λέγειν ὅτι ἐπικαλυψάμενος ὁ ἥλιος τὰ τοιαῦτα παρέρχεται, ὁ δὲ πρὸς τὸν ἥλιόν φησι, καὶ ἀπάγγειλον ἐποπτεύσας τοῖς γονεῦσι τὰ πεπραγμένα.

    849 τῇ τε δυστήνῳ τροφῷ: καὶ ταῦτα περιπαθῆ καὶ ἀνθρώπινα· ὅρα γὰρ ὅτι καὶ ὁ Ἡρακλῆς ἐπὶ τοῦ ἐθανάτου τὴν μητέρα μεταπέμπεται ὅπου καὶ πάνυ οἰκτρῶς αὐτὴν ἀνακαλεῖ

  • καλεῖ δὲ τὴν τάλαιναν·
  • [*](1 διαρρήξαντα Dind. — 4 ἀεὶ παρθένους Br. — 13 excidit obelus (χ), — 19 τʼ]  δʼ in textu L. — 28 Trachin. v. 1148 ubi κάλει L.)
    73
    ὡς ἀντιλαμβανόμενος δὲ ἑαυτοῦ ἐπάγει

    ἀλλʼ οὐδὲν ἔργον ταῦτα θρηνεῖσθαι μάτην.

    οἱ μὲν τῇ θρεψαμένῃ οἱ δὲ καὶ ἐπὶ τὸ σαφέστερον.

    854 ἐπίσκεψαι σκόπησον.

    [*]( Fol. 11 a)

    860 ἑστίας βάθρον: δύναται καὶ τὸ κράτος νοεῖσθαι καὶ ὁ τόπος καὶ ἡ βάσις τῆς ἑστίας.

    861 κλειναί τʼ Ἀθῆναι: τῶν Ἀθηναίων μέμνηται διὰ τὴν συγγένειαν καὶ ὅτι ἐν Ἀθήναις ὁ ποιητὴς ἠγωνίζετο ταῦτά φησιν ἐπισπώμενος αὐτοὺς εἰς εὔνοιαν. τὸ σύντροφον γένος οἱ ὁμήλικες.

    862 κρῆναί τε ποταμοί θʼ οἵδε καὶ τὰ Τρωικά: καὶ ἐν ἀρχῇ ἔφη

  • πολεμίᾳ τῇ Τρῳάδι·
  • ἐπὶ δὲ τῷ τέλει καὶ τὰς κρήνας καὶ τοὺς ποταμοὺς καλεῖ παρʼ οἷς μέλλει τελευτᾶν· καὶ ἔστιν εὐσεβοῦς ἀνδρὸς ἐξευμενίζειν πρὸ τοῦ θανάτου θεούς, τόπους, χώραν, πατρίδα, ἀδελφὸν ὥστε μετʼ εὐμενείας ἀποθανεῖν· ἴσως δὲ καὶ ἐπιμαρτυρόμενος λέγει.

    864 τοῦθʼ ὑμῖν Αἴας: περιπαθῶς καὶ τὸ ὄνομα ἀνακαλεῖται· δεῖ δὲ ὑπονοῆσαι ὅτι περιπίπτει τῷ ξίφει καὶ δεῖ καρτερόν τινα εἶναι τὸν ὑποκριτὴν ὡς ἄξαι τοὺς θεατὰς εἰς τὴν τοῦ Αἴαντος φαντασίαν ὁποῖα περὶ τοῦ Ζακυνθίου Τιμοθέου φασὶν ὅτι ἦγε τοὺς θεατὰς καὶ ἐψυχαγώγει τῇ ὑποκρίσει ὡς Σφαγέα αὐτὸν κληθῆναι.

    θροεῖ λέγει.

    866 πόνος πόνῳ πόνον φέρει: λείπει ἡ πρὸς ἵνʼ [*](1 ἀντιλαμβανόμενος L. — 2] v. 852. — 13] v. 819. — 17 εὐμενείας] εὐφημίας G. — 24 Σφαγέα] sumtum ex v. 815.)

    74
    ᾖ ὁ πόνος πρὸς τῷ πόνῳ πόνον φέρει· καὶ ἔστι τὸ μὲν πόνος πόνῳ ἀρχαἱκὸν ὡς ἔργον ἐπʼ ἔργῳ τὸ δὲ δεύτερον πόνον οἷον κοινῶς οἷον κάματον. ἄλλως. οἱ ἀπὸ τοῦ χοροῦ προίασιν ὥσπερ ἐκ διαφόρων τόπων κατʼ ἄλλην καὶ ἄλλην εἴσοδον ζητοῦντες τὸν Αἴαντα καὶ Τέκμησσα ἐξ ἄλλων ἥτις καὶ πρώτη ἐπιτυγχάνει τῷ πτώματι· ὁ δὲ νοῦς, ὁ πόνος ἐπὶ πόνῳ πόνον φέρει ὡς Ὅμηρος
  • πάντῃ δὲ κακὸν κακῷ ἐστήρικται
  • καὶ ἐν Τραχινίαις 
  • νὺξ γὰρ εἰσάγει
  • καὶ νὺξ ἀπωθεῖ διαδεδεγμένη πόνον.

    869 κοὐδεὶς ἐπίσταται: οὐδεὶς οἶδέ με τόπος συμμαθεῖν οἷον μεμαθηκότα τὸ γεγονὸς· οὐδείς με οἶδεν τόπος ἀλλὰ μάτην περιῆλθον· ἢ συμμαθεῖν ἀντὶ τοῦ διδάξαι, εἰς μάθησιν ἀγαγεῖν τοῦ ζητουμένου.

    870 ἰδού, ἰδού: πιθανὰ ταῦτα καὶ σχεδὸν τῆς ἀληθείας ἐγγύς, τὸ δὲ δοῦπον ἐλπίζοντες τῷ σώματι περιπεσεῖν.

    872 κοινόπλουν ὁμιλίαν: ἢ συνναῦται, ἐπὶ τῆς αὐτῆς νηὸς πλεύσαντες ἢ τροπικῶς τὸν αὐτὸν ἡμῖν πλοῦν ἐσταλμένοι πρὸς τὴν ζήτησιν.

    879 ὅλος ὁ χορὸς εἰς ἓν συνελθὼν ταῦτά φησιν.

    τίς ἂν φιλοπόνων ἁλιαδᾶν: τίς τῶν ἁλιέων τῶν ἀεὶ ἀγρυπνεῖν εἰθισμένων διὰ τὴν ἄγραν ἢ τίς θεὰ Ὀλυμπιὰς ἢ ποταμῶν ἴδρις τουτέστι Νοΐς ἀπαγγείλαι εἴ που λεύσσει τὸν ὠμόθυμον;

    [*](3 οἷον om. Lasc. — 5 post καὶ ἄλλην deletum est vocabulum ζήτησιν. — 9 Il π 111 ubi ἐστήρικτο — 11] v. 29. — 24 τῶν addidit G. — 26 ἀπαγγεῖλαι L, corr. G. — 27 ὠμόθυτον L.)
    75

    φιλοπόνων τῶν εἰθισμένων πονεῖν.

    883 ῥυτῶν τῶν ῥεόντων παρὰ τὴν ῥύσιν.

    884 Βοσπορίων: τῶν εἰς τὸν Βόσπορον ῥεόντων Τρωικῶν ποταμῶν· δύο δέ εἰσι Βόσποροι, ὁ μὲν κατὰ τὴν Προποντίδα ὁ δὲ Θρᾳκικὸς ὥς φησι Φιλέας.

    887 ἀπύοι εἴποι.

    σχέτλια γὰρ ἐμέ: δεινὰ γὰρ πράγματα ἐμὲ τὸν ἐπιπόνως πλανηθέντα μὴ εὐθυδρομῆσαι εἰς τὸ τῆς ζητήσεως μέρος καθʼ ὅ ὁ Αἴας ἐποιήσατο τὴν ἔφοδον· τοῦτο γὰρ ἂν εἴη οὔριον.