Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

769 κείνων τῶν θεῶν.

[*]( Fol. 10 a)

775 ἵστω ἀντὶ ἵστασο.

ἡ καθ᾿  ἡμᾶς μάχη.

776 ἀστεργῆ ἀμάλακτον, ἀδιάθετον.

778 ἀλλʼ εἴπερ ἔστι τῇδε θἠμέρᾳ: εἰ παρέλθοι ταύτην τὴν ἡμέραν σῳθείη· μέχρι γὰρ τῆς σήμερον παρατείνειν τὴν ὀργὴν τῆς θεοῦ.

780 ὁ δʼ εὐθὺς ἐξ ἕδρας: ἄμα μὲν διὰ τὸ ἀξιόπιστον τοῦ προσώπου ἅμα δὲ ἐς μὴ δοκοίη διʼ ἀπέχθειαν ταῦτα λέγειν· διὰ πάντων δὲ διδάσκει ὅτι κρατεῖ τῶν ἀνθρωπίνων ἡ εἱμαρμένη καὶ γνῶναι μὲν τὰ ἐσόμενα διὰ τῆς μαντικῆς ἐστιν οὐ μὴν καὶ φυλάξασθαι δυνατόν.

[*](1 θἠμέρᾳ] θʼ ἡμέρᾳ (ut in textu) L; similiter in scholio v. 778ι — 2 κατʼ ἀρχὰς] in prologo, v. 51 sqq. — 6 τὸ γνῶθι σαυτὸν]  Solonis aut Biantis. — 8 κἀνθάδε] v. schol. v 112. — 9 γλωσσαργίαν L, corr. G, F. — 26 τῆς] add. G.)
66

781 ἐπιστολὰς ἐντολάς.

784 ὦ δαΐα Τέκμησσα: τίνος ἕνεκεν οὐκ ἐποίησεν ἐξιοῦσαν τὴν Τέκμησσαν ἴνα μετὰ τοῦ χοροῦ ἀκούσῃ τὰ περὶ τοῦ Αἴαντος ὡς ἐν τοῖς ἄλλοις δράμασιν, ἔν τε Ἠλέκτρᾳ καὶ Οἰδίποδι ἅμα τῷ χορῷ τὰς τῶν γυναικῶν προόδους ποιεῖ ἵνα μὴ δισσολογῶσιν οἱ ἄγγελοι; ῥητέον οὖν ὅτι ὁ Αἴαζ ἐκέλευσεν αὐτὴν κατʼ οἶκον εὔξασθαι τοῖς θεοῖς εἰπὼν

  • καὶ δῶμα πάκτου·
  • οὐδὲ μὴν αἰχμαλώτου σχῆμα ἔχουσαν ἔδει συνεχῶς ἐξιέναι μάλιστα ἐν τοιούτῳ καιρῷ ἠγρυπνηκυῖαν καὶ παρηκολουθηκυῖαν τῇ τοῦ Αἴαντος μανίᾳ· ἔδει οὖν μέγα τι φανῆναι τὸ ἐξάγον αὐτὴν διὸ πρὸς τὸν χορὸν ἐδέησε πρῶτον εἰπεῖν οἴ ὡς ἐπὶ μεγάλῃ προφάσει ἐκκαλοῦσιν αὐτήν· ἄλλως τε οἱ ἀπὸ τοῦ χοροῦ οἰκειότεροί εἰσιν ὡς πολῖται τοῦ Αἴαντος ὥστε καὶ ὁ ἄγγελος καλῶς οὐκ ἐζήτησε μεῖζον πρόσωπον ἀλλὰ τὸν Αἴαντα οὐ καταλαβὼν ἔνδον πρὸς τὸν χορόν φησιν· εἰς ἀνάγκην δὲ γεγονὼς ὁ ποιητὴς τοῦ διλογῆσαι οὐδαμοῦ προσκορὴς ἐγένετο ἀλλὰ τὰ δεύτερα διὰ βραχέων ἐξήνεγκεν. ἄλλως, δαΐα: δήια πεπονθυῖα ἢ κατακεκομμένη, καταπεπολεμημένη, κεκακωμένη. δύστηνε, πεπολεμημένη καὶ ἀθλία· ἀπρεπὲς γὰρ αὐτὴν πολεμίαν ἀποκαλεῖν· καὶ Αἰσχύλος ἀντὶ τοῦ ἀθλία κέχρηται τῇ λέξει.

    δάιον κοινῶς τὸ πολέμιον, Ἀττικῶς τὸ δύστηνον.

    785 θροεῖ λέγει.

    [*](5 Ἠλέκτρᾳ] v. 665 sqq. Οἰδίποδι] Tyr. v. 928 sqq. — 6 δισσολογοῦσιν L, corr G. — 9] v. 579. — 14 ἐδέησε] ἔδεισε L, corr. Neuius. — 24 Ἀἰσχύλος] Pers. v. 271)
    67

    786 ξυρεῖ γὰρ ἐν χρῷ: ἅπτεται τῶν ἀναγκαίων τοῦ χρωτός· καὶ ἔστι παροιμία ἐπὶ τῶν ἐπικινδύνων πραγμάτων ξυρεῖ ἐν χρῷ· ἐνίοτε γὰρ καὶ τοῦ σώματος ἐφάπτεται ὁ σίδηρος. ἄλλως. μέχρι βάθους ἐφικνεῖται ὥστε μὴ χαίρειν· τὸ δὲ τινὰ παρέλκεται.

    τοῦτο τοῦτο τὸ πρᾶγμα.

    787 τί μ᾿  αὖ τάλαιναν: πρὸς τὸ Εὐριπίδου ἐν Δίκτυι

  • τί μ᾿  ἄρτι πημάτων λελησμένην
  • ὀρθοῖς;
  • 788 ἀτρύτων πολυτρύτων.

    ἐξ ἕδρας ἀνίστατε: οὐκοῦν διὰ τὸ κεκμηκέναι καὶ ἀναπαύσεως δέεσθαι ἔνδον διέτριβεν καὶ τὴν πρόφασιν τοῦ μὴ προἱέναι διασαφεῖ.

    790 ἤλγησ᾿ ἀλγεινῶς ἤκουσα.

    791 τί φής, ὦνθρωπε: περιπαθῶς ἀναβοᾷ πυθομένη ὅτι ἀγγέλλει τις νεώτερόν τι περὶ τοῦ Αἴαντος· ἴδιον δὲ τῶν φίλων τὸ τὰ χείρω ἀεὶ ὑπονοεῖν. μῶν ὀλώλαμεν;. τοιαῦτα γὰρ ἔλεγεν, ὅτι συναπολοῦμαί σοι ἐὰν σὺ ἀποθάνῃς.

    792 οὐκ οἶδα τὴν σὴν πρᾶξιν: πρὸς τὸ μῶν ὀλώλαμεν ἐπήγαγεν ὁ ἄγγελος περὶ τοῦ Αἴαντος μόνου· οὐ γὰρ τοιοῦτός ἐστιν ὁ καιρὸς ὥστε σοφίζεσθαι καὶ τὰς φωνὰς ἐξετάζειν· καλῶς δὲ τὸ θαρσῶ· οὐδὲ γὰρ [*](2 παροιμία] Apostolius ΧII, 23 (Leutschii paroem. Gr. vol. II p. 549). — 4, 5 διικνεῖται et παρέλκει Suid. v, ξυρεῖ. — 9 fragm. 337. τί μʼ (ὠ deletum) ἄρτι L, τί μ᾿, ὦ ξέν᾿, ἄρτι Wolffius; an τί μ᾿ ἀρτίως 〈αὖ〉 πημάτων? — 13 δέεσθαι] δεῖσθαι G. — 19 ἔλεγεν] v. 496 sqq. — 24 ἐξτάζειν litera ζ facta ex lit. γ L.)

    68
    αὐτὸς οἶδεν ἀλλʼ ἀπὸ τῶν λόγων τοῦ Κάλχαντος ἀγωνιᾶν φησιν.

    794 ὥστε μ᾿  δίνειν: ἐμφαντικῶς τὸ ὠδίνειν· οἰκεῖον γὰρ γυναικί, χαλεπώτατον δὲ τῶν γυναικείων πόνων ἡ ὠδίς.  

    796 ὕπαυλον: ἐνδόμυχον, ὑπὸ τὴν αὐλὴν τῆς σκηνῆς.

    797 κἀπὶ τῷ; ἐπὶ τίνι, διὰ τί;

    798 πάρεστʼ ἐπιδημεῖ.

    799 φέρειν ἀντὶ εἶναι.

    801 καθ᾿  ἡμέραν τὴν νῦν: ἀμφιβόλως, ἤτοι μαθὼν κατὰ τὴν νῦν ἡμέραν ἢ ὅτι κατὰ τὴν νῦν ἡμέραν τεθνήξεται.