Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

802 ὅτʼ αὐτῷ θάνατον ἢ βίον: εἰ μὲν ἔνδον μένει σῳθήσεται εἰ δὲ μὴ ἀπόλλυται· διὰ τούτου δὲ τὸ διττὸν τοῦ μοιριδίου δηλοῖ ὡς καὶ Ὅμηρος    διχθαδίας κῆρας φερέμεν θανάτοιο τέλοσδε.

803 πρόστητʼ ἀναγκαίας τύχης. ἐπίκουροι γένεσθε τῆς κατεπειγούσης δυστυχίας.

804 οἱ μὲν Τεῦκρον ἐν τάχει: πιθανῶς καὶ Τεῦκρον μεταπέμπεται ἶνα μὴ δεήσῃ ἄγγελον πέμπειν ὅταν έπιτύχωσι τῷ σώματι.

805 ἑσπέρους: δυτικούς, ἀγκῶνας δὲ τὰς ἄκρας τῶν ὀρῶν τὰς πρὸς δύσιν.

ἀντηλίους ἀνατολικούς.

807 ἔγνωκα γὰρ δὴ φωτός: οἷον διʼ ὧν εὐνοϊκῶς ἔπραξα εἰς αὐτὸν καταφρονήσας ἠπάτησέ με.

[*](3 ἐμφατικῶς L, corr. Dindorfius. — 11 κατὰ] addidit G. — 13 μένει] μείνει L, corr. Lasc. μείνειε Dind ; an μείνῃ?  — 16 Π ι 411. τέλος δὲ L. — 17 γίνεσθε L, corr. Suid. v. πρόστητε. — 18 δυστυχίας] συντυχίας G, Suid. — 21 τύχωσι L, correxi coll. schol v. 719 ἐπιτεύξονται τῷ πτώματι. 866, 870 890. 891.)
69

808 τῆς παλαιᾶς χάριτος τῆς τοῦ γάμου καὶ τῆς συνουδίας.

809 οἴμοι, τί δράσω: περιπαθῶς ἐφάψασθαι τῆς ζητήσεως καὶ τῷ τέκνῳ κελεύει καὶ ὥσπερ ἀπολογουμένη ὅτι καταλιμπάνει αὐτόν· φησὶν οὖν ἐν ἀπόρῳ γενομένη, τί δράσω; οἷον πῶς μόνον σε καταλίπω;

810 ὅποιπερ ἂν σθένω: οἷον τῆς προθυμίας οὐδὲν ἐλλείψω καὶ εἰ τῷ σώματι ἀδυνατῶ.

813 χωρεῖν ἕτοιμος μετακινεῖται ἡ σκηνὴ τοῦ [*](Fol. 10 b) χοροῦ ἐξελθόντος· ἀναγκαία δὲ ἡ ἔξοδος ἴνα εὕρῃ καιρὸν ὁ Αἴας χειρώσασθαι ἑαυτόν.

815 ὁ μὲν σφαγεὺς ἕστηκεν; μετάκειται ἡ σκηνὴ ἐπὶ ἐρήμου τινὸς χωρίου ἔνθα ὁ Αἴας εὐτρεπίσας τὸ ξίφος ῥῆσίν τινα πρὸ τοῦ θανάτου προφέρεται ἐπεὶ γέλοιον ἦν κωφὸν εἰσελθόντα περιπεσεῖν τῷ ξίφει· ἔστι δὲ τὰ τοιαῦτα παρὰ τοῖς παλαιοῖς σπάνια· εἰώθασι γὰρ τὰ πεπραγμένα διʼ ἀγγέλων ἀπαγγέλλειν· τί οὖν τὸ αἴτιον; φθάνει Αἰσχύλος ἐν Θρῄσσαις τὴν ἀναίρεσιν Αἴαντος διʼ ἀγγέλου ἀπαγγείλας· ἴσως οὖν καινοτομεῖν βουλόμενος καὶ μὴ κατακολουθεῖν τοῖς ἑτέρου --- ὑπʼ ὄψιν ἔθηκεν τὸ δρώμενον ἢ μᾶλλον ἐκπλῆξαι βουλόμενος· εἰκῆ γὰρ κατηγορεῖν ἀνδρὸς πάλαι οὐχ ὅσιον· πήξας δὲ τὸ ξίφος ταῦτά φησι· σφαγέα δὲ λέγει ἢ τὸν καιρὸν τοῦ ἀποθανεῖν ἢ τὸν διὰ τῆς σφαγῆς θάνατον.

ἧ τομώτατος: ἀντὶ ὅπου· πρέπον γὰρ ἂν εἴη τῷ ἀπηυδηκότι ἀλογίστως ἰέναι ἐπὶ τὸ προκείμενον· ἕπεται [*](6 καταλείπω L. — 18 ἐν Θρῄσσαις] Nauck. fragm. p. 20. — 20 καινοτομεῖν βουλόμενος] cf. schol. v. 833 — 23 πάλαι] παλαιοῦ Lasc. οὐχ ὅσιον] οὐδὲ δίκαιον addit G. — 27 ἰέναι]  εἷναι L, corr. Lasc.)

70
δὲ τῷ λόγῳ ὅτι τοῖς καρτερικοῖς καὶ ἅπαξ κρίνασι περί τινος οὐ γίνεται ἀναβολὴ οὐδὲ μετάνοια περί τινος .

818 μάλιστα μισηθέντος μεγαλόφρων . ὁ Αἴας καὶ μέχρις ἐσχάτης ὥρας μισῶν τοὺς βαρβάρους· ὅτι δὲ δῶρον εἶπεν ξένων ἐπήνεγκεν (ξένιον γὰρ λέγομεν τὸ δῶρον τὸ παρὰ ξένων διδόμενον) εἶτα προσέθηκεν ἐμοὶ μάλιστα μισηθέντος.

819 πέπηγε δʼ ἐν γῇ πολεμίᾳ. πρόδηλον μὲν ὅμως διὰ τὸ περιπαθές, ὅτι ἐν πολεμίᾳ γῇ ὑπὸ δυσμενοῦς ἀπόλλυμαι.

820 θηγάνῃ ἀκόνῃ ὅθεν καὶ τὸ θήγειν ἀκονᾶν.

821 περιστείλας διαχειρισάμενος, περισφίγξας ἐν

822 λείπει τὸ ὥστε, ὥστε διὰ τάχους θανεῖν.

823 εὐσκευοῦμεν καλῶς παρεσκευάσμεθα καὶ ἔχομεν πάντα ὧν δεῖ πρὸς θάνατον.

ἐκ δὲ τῶνδε οἷον τὸ δὲ μετὰ ταῦτα.

828 νεορράντῳ προσφάτῳ.

829 καὶ μὴ πρὸς ἐχθρῶν του: καταγέλαστος, φασίν, ὁ Αἴας μὴ τῶν κυνῶν ἢ τῶν οἰωνῶν τὴν αἰκίαν ὑποστελλόμενος ἀλλὰ τὴν θέαν τῶν Ἑλλήνων· ῥητέον οὖν ὅτι ἰδίωμα τῶν ἀνθρώπων τὸ μὴ βούλεσθαι τοὺς ἐχθροὺς ἐναβρύνεσθαι αὐτοῖς καὶ τούτου μόνου ἀντιποιοῦνται.

831 τοσαῦτά σ᾿, Ζεῦ, προστρέπω γράφε τοσαῦτά σοι· προστρέπω δὲ ἱκετευτικῶς λέγω· προστρόπαιοι γὰρ οἱ ἱκέται.

[*](2 περί τινος om. Lasc. — 12 τὸ θήγειν ἀκονᾶν] θήγειν τὸ ἀκονᾶν Lasc. — 27 ἱκετευτικῶς] κατευκτικῶς L, correxi coll. schol. v. 1173. Phil 778. Oed. Col. 50.)
71

ἱκετεύων ἐπιτρέπομαι.

832 πομπαῖον τὸν ψυχοπομπόν.

εὖ με κοιμίσαι: θαυμαστῶς καὶ γενναίως κοιμίσαι εἶπεν ὡς ἐπὶ ὕπνου τὸν θάνατον· καὶ Ὅμηρος

  • κοιμήσατο χάλκεον ὕπνον.