Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

731 λήγει δʼ ἔρις δραμοῦσα: ἡ ἔρις εἰς πολὺ δραμοῦσα καὶ προκόψασα ἔστη τῇ συναντήσει τοῦ λόγου τῶν γερόντων· ἐκ τῆς Ἀχιλλέως δὲ πρὸς Ἀγαμέμνονα ἀρχῆς παραγέγραπται καὶ ὥσπερ ὁ Νέστωρ ἐκεῖ διαλλάσσει οὕτως καὶ νῦν οἱ γέροντες· ἡ ἔρις οὖν προκόψασα προσωτάτω λήγει ἐκ συναλλαγῆς τοῦ λόγου τῶν γερόντων οἷον ἐκ τῆς ὁμιλίας.

732 ἐν ξυναλλαγῇ λόγου τῇ ἀμοιβῇ τοῦ λόγου καὶ συμβιβάσει.

735 ἐν συντόμῳ· οὐκ ἀναγκαῖον γὰρ διλογεῖν περὶ ἐν ἤκουσεν ὁ ἀκροατής.

736 νέοισιν καινοῖς.

ἐγκαταζεύξας συνθείς, ἁρμόσας.

737 ἰοὺ ἰοὺ εἰδὼς ἀπὸ τοῦ μάντεως ὅτι κακὸν αὐτῷ γίνεται τοῦτο προαναφωνεῖ.

[*](4 ξυναίμονα L, corr. Lasc. — 6 κωλύσει L, corr. Suid. v. ὡς οὐκ ἀρκέσοι. — 14 τῶν γερόντων] Νέστορος L, corr. Br. — 15 ἀρχῆς] μάχης G. Il. α 247 sqq — 17 τοῦ add. G. — 22 ἤκουσεν] v.9ʼ 46 sqq. — 24 ἁρμόσας] συναρμόσας Suid. v. ἐγκαταζεύξας)
64

739 ἢ ἤπερ· φησὶ δὲ ὅτι οὐκ ἐβράδυνα παραγενόμενος ἀλλὰ βραδέως ἐπέμφθην.

740 τί δʼ ἐστὶ χρείας: οἷον τί σοι λείπει ὅπερ σπάνιόν ἐστι πρὸς τὴν χρείαν τὴν νῦν; ἐσπάνιζε δὲ τὸ ἄμεινον εἶναι πρὸ ὀλίγου αὐτὸν παραγεγονέναι· καὶ ἐν Σιμωνίδῃ ἐπὶ τοῦ πρὸς Αἰγέα ἀγγέλου πεμφθέντος βιότου κέ σε μᾶλλον ὤνασα πρότερος ἐλθών.

χρείας τῆσδʼ ὑπεσπανισμένον δεόμενον τῆς τοῦ Αἴαντος παρουσίας.

741 τὸν ἄνδρʼ ἀπηύδα: ἀναγκαίως διηγεῖται ὁπότε ἔγνωκεν ἀπόντα τὸν Αἴαντα· ἔδει γὰρ δηλωθῆναι τῷ θεάτρῳ.

744 ὡς καταλλαχθῇ χόλου: πιθανῶς ὡς πολῖται χόλον καὶ οὐ μανίαν λέγουσιν· οἴχεται οὖν τραπεὶς πρὸς τὸ κέρδιστον τῆς γνώμης ὅπως τὴν ἔχθραν κατάθηται καὶ διαλλαχθῇ τοῖς θεοῖς ἀπὸ τοῦ χόλου.

χόλου τοῦ τῶν θεῶν χόλου.

745 ἐπίσταται γὰρ διὰ τὸ ἀκηκοέναι τὰ παρὰ τοῦ Κάλχαντος.

746 εἰς παροιμίαν ὁ στίχος παρῆκται ἣν καὶ Ἀριστοφάνης ἀναγράφει.

748 τοσοῦτον ἀντὶ μέχρι τούτου.

750 Ἀτρειδῶν δίχα: πάνυ ἀξιοπίστως ὅτι οὐκ ἀντικρὺς τῶν βασιλέων ὁ μάντις διελέγετο ἀλλʼ ἐν ἀπορρήτῳ κατʼ εὔνοιαν τοῦ Αἴαντος.

752 κἀπέσκηψε ἐνετείλατο.

[*](6 ἐν] παρὰ G. — 8 fragm. 55. βιότω καὶ L, corr. Hermannus. ὤνασα] ω ex ο in L, ὄνασα Schneidewinus. — 19 διὰ τὸ addidi; cf. schol. v. 792. — 22 Ἀριστοφάνης] in μετρικαῖς παροιμίαις, Nauckii Aristoph. Byz. fragm. II (p. 236).)
65

756 ἐλᾷ γὰρ αὐτὸν τῇδε θἠμέρᾳ: πιθανῶς ὡς μάντις τὴν αἰτίαν λέγει τῆς μανίας· κατʼ ἀρχὰς γὰρ ἡ Ἀθηνᾶ οὐδὲν τούτων προεῖπεν.

758 τὰ γὰρ περισσὰ τὰ παρέλκοντα καὶ ἀχρήσιμα καὶ πέρα τοῦ μέτρου, τὰ χωρὶς δικαίου.

760 περιίσταται ὁ νοῦς εἰς τὸ γνῶθι σαυτόν.

762 ἀπʼ οἴκων ἀπὸ τῶν οἴκων τῶν πατρικῶν.

παρατήρει κἀνθάδε τὴν προσθήκην τοῦ ποιητοῦ ὅτι προσῆψε τῷ Αἴαντι γλωσσαλγίαν μονονουχὶ θεραπεύων τὸν θεατὴν μὴ ἄχθεσθαι τῇ συμφορᾷ τοῦ Αἴαντος· προσῳκειωμένοι γὰρ ἤδη τῇ ἀρετῇ αὐτοῦ σχεδὸν καὶ τῷ ποιητῇ ὀργίζονται.

767 τὸ ὁμοῦ ἀντὶ τῆς σύν, τὸ δὲ ἐξῆς θεοῖς ὁμοῦ.

768 κράτος νίκην.