Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

702 ἐν τῷ Ἰκαρίῳ πελάγει κεῖται ἡ Δῆλος.

703 μολὼν ἄναξ Ἀπόλλων: παραγένοιτο δὲ καὶ ὁ Ἀπόλλων διὰ τοῦ καρίου πελάγους τουτέστιν ἀπὸ τῆς Δήλου καὶ συνείη μοι εὔφρων, εὔγνωστος, φανερὸς ὤν καὶ δῆλος ὅτι φιλεῖ με.

ὁ ἄναξ Ἀπόλλων.

705 εὔφρων φίλος.

[*](3 Κορυβαντικαὶ] Κορυβάντιαι L, corr G, Suid. v. Νύσιαι. — 5 Κορυβαντικαὶ] Κορυβαντιακαὶ L, corr. G. — 11 πυρρικὴ L, corr. Br. — 13 Κνωσία δὲ Κρητικὴ L, corr. Neuius. — 15 ἐπιβάλεις L, corr. G, Suid. v. ἰάψαι. συλλάβοις L, corr. Suid. — 17 τοῦτο] om G. — 21 τουτέστι L, corr. Br ἀπὸ add G. — 24 ὁ ἄναξ Ἀπόλλων] hoc monet, ἄναξ Ἀπόλλων nominativum esse ne quis ξυνείης (apogr. et m. rec. in L) pro ξυνείη accipiat.)
61

706 ἀπʼ ὀμμάτων Ἄρης: ὁ Αἴας ὁ Ἀρήιος· ἢ Ἄρης ὁ πόλεμος ὁ περὶ τὸν Αἴαντα ἔλυσεν ἡμῶν τὸ σκότος καὶ τὴν κατήφειαν.

ἀπὸ τῶν ὀμμάτων τοῦ Αἴαντος.

Ἄρης: ἡ λύσσα, ἡ μανία.

708 νῦν, Ζεῦ, πάρα λευκόν: νῦν πάρεστιν ἡμέρα λαμπρὰ ἡμῖν ὥστε ἐγγίσαι τῶν νεῶν· πρότερον γὰρ ἐξετρεπόμεθα ἐπιμίγνυσθαι τοῖς Ἕλλησι διὰ τὴν αἰδῶ.

709 πελάσαι ὥστε πελάσαι ἐπὶ τῶν νεῶν.

710 θοᾶν κατὰ τῶν θοῶν.

ὅτʼ Αἴας λαθίπονος: ὅτε δὴ ὁ Αἴας πάρεστιν ἐκ μετανοίας ἐπὶ τὸ σέβειν τοὺς θεοὺς καὶ κατατίθεσθαι τὴν ἔχθραν τὴν πρὸς τοὺς Ἀτρείδας.

712 πάνθυτα πάνσεπτα.

ἐξήνυσεν ἐξεπλήρωσεν.

714 τὰ ὑπὸ τοῦ Αἴαντος διὰ πολλῶν εἰρημένα διὰ βραχέων διεξῆλθεν.

φλέγει ζωπυρεῖ.

715 ἀναύδητον ἀπόρρητον, ἀνέλπιστον, ἄλεκτον.

716 εὖτέ γ᾿  ἐξ ἀέλπτων: ὁπότε ἐξ ἀνελπίστων καὶ μεγάλων νεικέων ὁ Αἴας μετεπείσθη καὶ μετεβλήθη τὴν ψυχὴν τοῖς Ἀτρείδαις ἀπὸ τῆς ἔχθρας.

717 μετανεγνώσθη μετεπείσθη, μετεβλήθη καὶ πέπαυται τοῦ θυμοῦ.

718 Ἀτρείδαις ἐπὶ τοῖς Ἀτρείδαις.

719 ἄνδρες φίλοι: ἄγγελος ἥκει ἀπὸ τοῦ στρατοῦ ἀγγέλλων τὴν παρουσίαν τοῦ Τεύκρου· θαυμαστὴ δὲ ἡ εἴσοδος τούτου τοῦ ἀγγέλου· τοῦ Αἴαντος ἔξω ἑαυτὸν [*](17 εἰρημένα] v. 646 sqq. — 18 διεξῆλθεν] ἐξῆλθεν L, corr. Br.)

62
διαχειρουμένου οὐκ εἶχον οὔτε οἱ ἀπὸ τοῦ χοροῦ οὔτε ἡ Τέκμησσα γνῶναι τὸ πραχθέν· πιθανῶς οὖν ὁ ἄγγελος ἀπαγγείλας παρασκευάζει αὐτοὺς ἐξιέναι κατὰ ζήτησιν καὶ οὕτως ἐπιτεύξονται τῷ πτώματι· δεξιῶς δὲ καὶ τὸ τὸν Κάλχαντα μαθεῖν· οἰκεῖον γὰρ τῷ μάντει· καλῶς δὲ καὶ τὰ τῆς σκηνῆς ἐσκεύασται· Αἴαντος γὰρ καταλιπόντος προῆλθεν ὁ ἄγγελος εἶτα τοῦ χοροῦ τὴν σκηνὴν ἐάσαντος διὰ τὴν ζήτησιν ἔξεισιν ὁ Αἴας ἐπὶ τὴν πρᾶξιν, τῷ δὲ θεατῇ οὐδὲν ἀργὸν περιλείπεται πεποικιλμένης διαφόρως τῆς ἐν τῇ σκηνῇ προδωποποιίας.

720 Μυσίων ἀντὶ Θρᾳκικῶν· μέρη γὰρ τῆς Θρᾴκης πολλὰ περὶ τὴν Μυσίαν.

[*](Fol. 9 b)

721 κρημνῶν τῶν χωρίων.

στρατήγιον: τὸ στρατόπεδον Ἀττικῶς.

722 κυδάζεται: λοιδορεῖται, ὑβρίζεται ὑπὸ πάντων· καὶ Ἐπίχαρμος ἐν Ἀμύκῳ

  • Ἄμυκε, μὴ κύδαζέ μοι τὸν πρεσβύτερον ἀδελφὸν
  • καὶ Αἰσχύλος ἐν Ἰφιγενείᾳ
  • οὔ τοι γυναιξὶ δεῖ κυδάζεσθαι· τί γάρ;
  • ἀρσενικῶς δὲ ὁ κῦδος ἐπὶ τῆς ὕβρεως.

    λοιδορεῖται.

    725 ἤρασσον: ἔκρουον, ἔπληττον, ἐβλασφήμουν πάντες ὁμοφρονοῦντες.

    [*](1 διαχειρουμένου] διαχειριζομένου vel. διαχρωμένου? v. schol. v. 646. οὔτε addidi — 8 ἐάσαντος] v. 814. — 15 στρατόπεδιον L, corr. Suid. v. στρατήγιον. Ἀττικῶς] ,,imo novitii Graeci sic loquuti sunt — minime Attici“ Lobeck. — 18 Lorentzii fragm. 1. ἀδελφεὸν Elmsl. — 20 fragm. 89. δεῖ add. Elmsl.; χρὴ Blomfieldus. — 21 ὁ κῦδος] Syracusiis in usu fuisse docent schol. Apoll. Rh. I, 1137. etym. m. p. 325, 3.)
    63

    ἔπλησσον.

    727 ἀποκαλοῦντες: Ἀττικὸν ἔθος τὸ ἐπιφέρειν ἑνικοῖς πληθυντικὰ καὶ ἀνάπαλιν ὡς καὶ νῦν οὔτις ἔπθʼ ὃς οὐχὶ ἔλεγε ξύναιμον αὐτὸν ἀποκαλοῦντες.

    ὡς οὐκ ἀρκέσοι: ἐπὶ τοῦ Τεύκρου, ὡς οὐκ ἀρκέσοι ἑαυτῷ τὸ μὴ λιθόλευστος γενέσθαι, ὡς οὐ κωλύσοι αὐτὸν καταλιθωθῆναι.

    κωλύσοι.

    730 διεπεραιώθη διειλκύσθη, διῆλθεν.

    ἐγυμνώθη· εἰ μὴ γὰρ εἰς πέρας ἑλκυσθῇ οὐκ ἐξέρχεται.